Humanitext Reader

希罗多德 · 历史 §3.47.1-3.47.3

斯巴达出征萨摩斯的动机与被掠的胸甲

第 451 段,共 1577 段 · 希腊语

内容简介

叙述了斯巴达出征萨摩斯的两种不同动机(萨摩斯人认为是报答恩情,斯巴达人则认为是报复混酒器和埃及胸甲被夺之仇),并描绘了那件被掠夺的奇异胸甲的工艺结构。

§3.47.1καὶ ἔπειτα παρασκευασάμενοι ἐστρατεύοντο Λακεδαιμόνιοι ἐπὶ Σάμον, ὡς μὲν Σάμιοι λέγουσι, εὐεργεσίας ἐκτίνοντες, ὅτι σφι πρότεροι αὐτοὶ νηυσὶ ἐβοήθησαν ἐπὶ Μεσσηνίους·
随后,拉刻代蒙人做好准备,向萨摩斯出征。 按照萨摩斯人的说法,这是为了报答恩情,因为他们自己此前曾先用船只援助过拉刻代蒙人对抗美塞尼亚人。
ὡς δὲ Λακεδαιμόνιοι λέγουσι, οὐκ οὕτω τιμωρῆσαι δεομένοισι Σαμίοισι ἐστρατεύοντο ὡς τίσασθαι βουλόμενοι τοῦ κρητῆρος τῆς ἁρπαγῆς, τὸν ἦγον Κροίσῳ, καὶ τοῦ θώρηκος, τὸν αὐτοῖσι Ἄμασις ὁ Αἰγύπτου βασιλεὺς ἔπεμψε δῶρον.
但按照拉刻代蒙人的说法,他们出征与其说是为了帮助请求援助的萨摩斯人,不如说是为了报复对方抢走他们运往克罗伊索斯那里的混酒器,以及埃及国王阿玛西斯送给他们的作为礼物的胸甲。
§3.47.2καὶ γὰρ θώρηκα ἐληίσαντο τῷ προτέρῳ ἔτεϊ ἢ τὸν κρητῆρα οἱ Σάμιοι, ἐόντα μὲν λίνεον καὶ ζῴων ἐνυφασμένων συχνῶν, κεκοσμημένον δὲ χρυσῷ καὶ εἰρίοισι ἀπὸ ξύλου·
因为萨摩斯人在抢走混酒器的前一年,就已经掠夺了那件胸甲;它是亚麻制的,上面织有许多动物图案,并用黄金和树上产的羊毛进行装饰。
§3.47.3τῶν δὲ εἵνεκα θωμάσαι ἄξιον, ἁρπεδόνη ἑκάστη τοῦ θώρηκος ποιέει·
关于这一点,值得惊叹的是那件胸甲的每一根线所具有的特征。
ἐοῦσα γὰρ λεπτὴ ἔχει ἁρπεδόνας ἐν ἑωυτῇ τριηκοσίας καὶ ἑξήκοντα, πάσας φανεράς.
因为那根线虽然极细,但其内部却包含着三百六十根细丝,而且根根清晰可见。
τοιοῦτος ἕτερος ἐστὶ καὶ τὸν ἐν Λίνδῳ ἀνέθηκε τῇ Ἀθηναίῃ Ἄμασις.
还有另一个与之相似的胸甲,是阿玛西斯在林多斯献给雅典娜女神的。

词汇与语法注释

  1. §3.47.1ὅτι σφι πρότεροι αὐτοὶ νηυσὶ ἐβοήθησαν — 间接反身代词 `σφι` 和主格强调代词 `αὐτοὶ` 均指代萨摩斯人自己。`πρότεροι` 为形容词作状语,表示“先前首先”,强调了萨摩斯人曾先援助斯巴达人的事实。
  2. §3.47.1οὐκ οὕτω τιμωρῆσαι δεομένοισι Σαμίοισι ἐστρατεύοντο ὡς τίσασθαι βουλόμενοι — 句式 `οὐκ οὕτω ... ὡς ...` 表示对比(“与其说是……不如说是……”)。`τιμωρῆσαι` 支配与格 `δεομένοισι Σαμίοισι`(意为“帮助请求援助的萨摩斯人”);而 `τίσασθαι` 则支配属格 `τοῦ κρητῆρος...` 和 `τοῦ θώρηκος...`,意为“对混酒器和胸甲的被夺进行报复”。前者中的分词 `δεομένοισι` 为与格,而后者中的分词 `βουλόμενοι` 为主格,与主句主语(拉刻代蒙人)一致。
  3. §3.47.3τῶν δὲ εἵνεκα θωμάσαι ἄξιον, ἁρπεδόνη ἑκάστη τοῦ θώρηκος ποιέει· — 中性复数关系代词 `τῶν` 既可以指代前文提到的华丽装饰,也可以预示后文关于丝线的细节。`ποιέει` 在此作不及物动词使用,意为“产生(令人惊叹的效果)”,构成了这一部分的核心论点。

引用这一段

希罗多德, 历史 §3.47.1-3.47.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.47.1-3.47.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。