§3.46.1ἐπείτε δὲ οἱ ἐξελασθέντες Σαμίων ὑπὸ Πολυκράτεος ἀπίκοντο ἐς τὴν Σπάρτην, καταστάντες ἐπὶ τοὺς ἄρχοντας ἔλεγον πολλὰ οἷα κάρτα δεόμενοι·
当被波吕克拉特斯驱逐的萨摩斯人到达斯巴达时,他们来到长官们面前,像极度匮乏的人那样说了许多恳求的话。
οἳ δέ σφι τῇ πρώτῃ καταστάσι ὑπεκρίναντο τὰ μὲν πρῶτα λεχθέντα ἐπιλελῆσθαι, τὰ δὲ ὕστατα οὐ συνιέναι.
但在他们第一次觐见时,长官们回答说,最先说的话他们已经忘记了,最后说的话他们没有听懂。
§3.46.2μετὰ δὲ ταῦτα δεύτερα καταστάντες ἄλλο μὲν εἶπον οὐδέν, θύλακον δὲ φέροντες ἔφασαν τὸν θύλακον ἀλφίτων δέεσθαι.
在此之后,他们第二次觐见,什么别的话也没说,只是拿出一个袋子,说这个袋子需要面粉。
οἳ δέ σφι ὑπεκρίναντο τῷ θυλάκῳ περιεργάσθαι· βοηθέειν δʼ ὦν ἔδοξε αὐτοῖσι.
长官们回答他们说,他们用“袋子”这个词是多此一举;但无论如何,长官们还是决定援助他们。