Humanitext Reader

希罗多德 · 历史 §3.25.1-3.25.7

冈比西斯远征埃塞俄比亚的失败与撤退

第 429 段,共 1577 段 · 希腊语

内容简介

冈比西斯在准备不足的情况下发动埃塞俄比亚远征,但中途陷入极度饥荒,以至士兵开始相食,他被迫放弃行动,在蒙受惨重损失后撤退。

§3.25.1θεησάμενοι δὲ τὰ πάντα οἱ κατάσκοποι ἀπαλλάσσοντο ὀπίσω.
侦察员们在参观了所有事物后便启程返回。
ἀπαγγειλάντων δὲ ταῦτα τούτων, αὐτίκα ὁ Καμβύσης ὀργὴν ποιησάμενος ἐστρατεύετο ἐπὶ τοὺς Αἰθίοπας, οὔτε παρασκευὴν σίτου οὐδεμίαν παραγγείλας, οὔτε λόγον ἑωυτῷ δοὺς ὅτι ἐς τὰ ἔσχατα γῆς ἔμελλε στρατεύεσθαι·
当他们报告了这些事情后,冈比西斯顿时大怒,立刻向埃塞俄比亚人发动了远征,既没有下令准备任何粮食,也没有对自己进行思考,即他将要远征到大地的最边缘。
§3.25.2οἷα δὲ ἐμμανής τε ἐὼν καὶ οὐ φρενήρης, ὡς ἤκουε τῶν Ἰχθυοφάγων, ἐστρατεύετο, Ἑλλήνων μὲν τοὺς παρεόντας αὐτοῦ τάξας ὑπομένειν, τὸν δὲ πεζὸν πάντα ἅμα ἀγόμενος.
由于他疯疯癫癫、失去理智,一听完鱼食客的汇报,便发动了远征,他命令随行的希腊人留在当地等候,自己则带着所有的步兵一同前往。
§3.25.3ἐπείτε δὲ στρατευόμενος ἐγένετο ἐν Θήβῃσι, ἀπέκρινε τοῦ στρατοῦ ὡς πέντε μυριάδας, καὶ τούτοισι μὲν ἐνετέλλετο Ἀμμωνίους ἐξανδραποδισαμένους τὸ χρηστήριον τὸ τοῦ Διὸς ἐμπρῆσαι, αὐτὸς δὲ τὸν λοιπὸν ἄγων στρατὸν ἤιε ἐπὶ τοὺς Αἰθίοπας.
当他率军抵达底比斯时,他从军队中抽调了大约五万人,并命令这些人去将阿蒙人变作奴隶,放火烧毁宙斯的神谕所,而他自己则率领其余的军队,继续向埃塞俄比亚人进发。
§3.25.4πρὶν δὲ τῆς ὁδοῦ τὸ πέμπτον μέρος διεληλυθέναι τὴν στρατιήν, αὐτίκα πάντα αὐτοὺς τὰ εἶχον σιτίων ἐχόμενα ἐπελελοίπεε, μετὰ δὲ τὰ σιτία καὶ τὰ ὑποζύγια ἐπέλιπε κατεσθιόμενα.
然而,在军队行进还不到五分之一路程之前,他们所拥有的与粮食相关的一切物资立刻就消耗殆尽了,继粮食之后,役畜也被吃得精光,不复存在。
§3.25.5εἰ μέν νυν μαθὼν ταῦτα ὁ Καμβύσης ἐγνωσιμάχεε καὶ ἀπῆγε ὀπίσω τὸν στρατόν, ἐπὶ τῇ ἀρχῆθεν γενομένῃ ἁμαρτάδι ἦν ἂν ἀνὴρ σοφός· νῦν δὲ οὐδένα λόγον ποιεύμενος ἤιε αἰεὶ ἐς τὸ πρόσω.
此时,如果冈比西斯在得知这一情况后能够改变主意,率军返回,那么尽管最初犯下了错误,他仍不失为一个聪明人;但现在他全不当一回事,始终继续向前推进。
§3.25.6οἱ δὲ στρατιῶται ἕως μέν τι εἶχον ἐκ τῆς γῆς λαμβάνειν, ποιηφαγέοντες διέζωον, ἐπεὶ δὲ ἐς τὴν ψάμμον ἀπίκοντο, δεινὸν ἔργον αὐτῶν τινες ἐργάσαντο· ἐκ δεκάδος γὰρ ἕνα σφέων αὐτῶν ἀποκληρώσαντες κατέφαγον.
士兵们只要还能从土地中获得什么,就靠吃草来维持生命;但当他们来到沙地时,他们中的一些人干出了骇人听闻的事:因为他们通过抽签,在每十个人中选出一人,将其分食。
§3.25.7πυθόμενος δὲ ταῦτα ὁ Καμβύσης, δείσας τὴν ἀλληλοφαγίην, ἀπεὶς τὸν ἐπʼ Αἰθίοπας στόλον ὀπίσω ἐπορεύετο καὶ ἀπικνέεται ἐς Θήβας πολλοὺς ἀπολέσας τοῦ στρατοῦ·
冈比西斯听说此事后,害怕发生相互吞食的情况,便放弃了针对埃塞俄比亚人的征讨,折返回军,并在损失了大批军队后抵达底比斯。
ἐκ Θηβέων δὲ καταβὰς ἐς Μέμφιν τοὺς Ἕλληνας ἀπῆκε ἀποπλέειν.
他从底比斯下到孟斐斯,放希腊人乘船离去。

词汇与语法注释

  1. 3.25.1λόγον ἑωυτῷ δοὺς ὅτι — 成语化表达 λόγον ἑωυτῷ δοὺς(字面意为“给自己一个交代”)意为“熟虑”或“考虑到”。ὅτι 从句引出其思考的具体内容。
  2. 3.25.4τὰ εἶχον σιτίων ἐχόμενα — 此处的 τὰ εἶχον(使用指示代词/关系代词 τὰ)相当于 ἃ εἶχον(他们所拥有的东西)。分词 ἐχόμενα 接属格 σιτίων,意为“与粮食相关的”或“属于粮食一类的”。整句表示“他们所拥有的与粮食相关的一切物资”。
  3. 3.25.5εἰ μέν νυν μαθὼν ταῦτα ὁ Καμβύσης ἐγνωσιμάχεε... ἦν ἂν ἀνὴρ σοφός — 表示与过去事实相反的虚拟条件句。条件从句的未完成过去时 ἐγνωσιμάχεε(改变主意)和主句的 ἦν ἂν(未完成过去时 ἦν 带 ἄν,“他本会是”)共同表示过去某种持续状态或未实现的可能性。
  4. 3.25.6ἕως μέν τι εἶχον ἐκ τῆς γῆς λαμβάνειν — 连接词 ἕως 意为“只要……期间”。不定式 λαμβάνειν 与 εἶχον 连用,带有一种可能性或目的的色彩:“只要他们还能从土地里获得什么(可以食用的东西)”。

引用这一段

希罗多德, 历史 §3.25.1-3.25.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.25.1-3.25.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。