§3.26.1ὁ μὲν ἐπʼ Αἰθίοπας στόλος οὕτω ἔπρηξε·
针对埃塞俄比亚人的远征结果便是如此。
οἱ δʼ αὐτῶν ἐπʼ Ἀμμωνίους ἀποσταλέντες στρατεύεσθαι, ἐπείτε ὁρμηθέντες ἐκ τῶν Θηβέων ἐπορεύοντο ἔχοντες ἀγωγούς, ἀπικόμενοι μὲν φανεροί εἰσι ἐς Ὄασιν πόλιν, τὴν ἔχουσι μὲν Σάμιοι τῆς Αἰσχριωνίης φυλῆς λεγόμενοι εἶναι, ἀπέχουσι δὲ ἑπτὰ ἡμερέων ὁδὸν ἀπὸ Θηβέων διὰ ψάμμου·
而他们中被派往去征讨阿蒙人的那些人,从底比斯出发并带着向导行进,显然抵达了一个名为绿洲的城镇。 该城镇由据说是属于埃斯克里奥尼亚部落的萨摩斯人占领,距离底比斯有七天的沙路路程。
ὀνομάζεται δὲ ὁ χῶρος οὗτος κατὰ Ἑλλήνων γλῶσσαν Μακάρων νῆσος.
这个地方用希腊人的语言被称为“福者之岛”。
§3.26.2ἐς μὲν δὴ τοῦτον τὸν χῶρον λέγεται ἀπικέσθαι τὸν στρατόν, τὸ ἐνθεῦτεν δέ, ὅτι μὴ αὐτοὶ Ἀμμώνιοι καὶ οἱ τούτων ἀκούσαντες, ἄλλοι οὐδένες οὐδὲν ἔχουσι εἰπεῖν περὶ αὐτῶν·
据信这支军队确实抵达了这个地方,但自此之后的事情,除了阿蒙人自己以及从他们那里听说的人之外,再没有其他人能对他们说出个所以然来。
οὔτε γὰρ ἐς τοὺς Ἀμμωνίους ἀπίκοντο οὔτε ὀπίσω ἐνόστησαν.
因为他们既没有到达阿蒙人那里,也没有折返回来。
§3.26.3λέγεται δὲ κατὰ τάδε ὑπʼ αὐτῶν Ἀμμωνίων· ἐπειδὴ ἐκ τῆς Ὀάσιος ταύτης ἰέναι διὰ τῆς ψάμμου ἐπὶ σφέας, γενέσθαι τε αὐτοὺς μεταξύ κου μάλιστα αὐτῶν τε καὶ τῆς Ὀάσιος, ἄριστον αἱρεομένοισι αὐτοῖσι ἐπιπνεῦσαι νότον μέγαν τε καὶ ἐξαίσιον, φορέοντα δὲ θῖνας τῆς ψάμμου καταχῶσαι σφέας, καὶ τρόπῳ τοιούτῳ ἀφανισθῆναι.
但阿蒙人自己是这样说的:当这些人从这个绿洲出发,穿过沙地向他们进军,并大约到达了他们与绿洲的中间地带时,正当他们吃着饭,一阵巨大而异常的南风朝他们刮来,带起成堆的沙子将他们掩埋,他们就是以这种方式消失的。
Ἀμμώνιοι μὲν οὕτω λέγουσι γενέσθαι περὶ τῆς στρατιῆς ταύτης.
阿蒙人对于这支军队的遭遇就是样说的。