Humanitext Reader

希罗多德 · 历史 §3.24.1-3.24.4

埃塞俄比亚人用玻璃柱安葬的习俗

第 428 段,共 1577 段 · 希腊语

内容简介

叙述了埃塞俄比亚人独特的丧葬习俗,详细介绍了他们如何烘干并彩绘尸体,然后将其保存在玻璃空心柱中的方法。

§3.24.1μετὰ δὲ ταύτην τελευταίας ἐθεήσαντο τὰς θήκας αὐτῶν, αἳ λέγονται σκευάζεσθαι ἐξ ὑέλου τρόπῳ τοιῷδε· §3.24.2ἐπεὰν τὸν νεκρὸν ἰσχνήνωσι, εἴτε δὴ κατά περ Αἰγύπτιοι εἴτε ἄλλως κως, γυψώσαντες ἅπαντα αὐτὸν γραφῇ κοσμέουσι, ἐξομοιεῦντες τὸ εἶδος ἐς τὸ δυνατόν, ἔπειτα δέ οἱ περιιστᾶσι στήλην ἐξ ὑέλου πεποιημένην κοίλην· ἣ δέ σφι πολλὴ καὶ εὐεργὸς ὀρύσσεται.
此后,他们最后参观了他们的棺椁,据说这些棺椁是用玻璃按以下方式制作的:当他们把尸体烘干后——无论是像埃及人那样,还是用其他什么方法——便在全身涂上石膏,用彩绘进行装饰,尽可能使其外貌与死者相似,然后在其周围立起一根用玻璃制成的空心柱;这种玻璃在他们那里储量丰富,极易开采和加工。
§3.24.3ἐν μέσῃ δὲ τῇ στήλῃ ἐνεὼν διαφαίνεται ὁ νέκυς, οὔτε ὀδμὴν οὐδεμίαν ἄχαριν παρεχόμενος οὔτε ἄλλο ἀεικὲς οὐδέν, καὶ ἔχει πάντα φανερὰ ὁμοίως αὐτῷ τῷ νέκυϊ.
死者置于立柱中央,从内部显露出来,既不发出任何难闻的气味,也没有其他任何令人不快的外观,并且所有的部位都清晰可见,就和尸体本身一模一样。
§3.24.4ἐνιαυτὸν μὲν δὴ ἔχουσι τὴν στήλην ἐν τοῖσι οἰκίοισι οἱ μάλιστα προσήκοντες, πάντων ἀπαρχόμενοι καὶ θυσίας οἱ προσάγοντες· μετὰ δὲ ταῦτα ἐκκομίσαντες ἱστᾶσι περὶ τὴν πόλιν.
最亲近的亲属们将这立柱在各自的家中保留整整一年,向其奉献一切物品的首献物并献上祭品;此后,他们将立柱抬出,立在城邦的周围。

词汇与语法注释

  1. 3.24.1τελευταίας — 与阴性复数名词 θήκας 一致的谓语性形容词,起副词作用,意为“作为最后一项(参观了他们的棺椁)”。
  2. 3.24.2ἣ δέ — 带 δέ 的关系代词,其先行词是阴性名词 ὑέλου(玻璃)。它作为并列分句的主语,意为“而这种[玻璃]……”。
  3. 3.24.3ἐνεὼν — 动词 ἔνειμι(在……之内)的爱奥尼亚方言现在分词(相当于雅典方言的 ἐνών)。它修饰主语 ὁ νέκυς(尸体),意为“置于其中”。
  4. 3.24.3ὁμοίως αὐτῷ τῷ νέκυϊ — 副词 ὁμοίως 支配与格,αὐτῷ τῷ νέκυϊ 意为“与尸体本身(一样)”。它表示透过立柱看到的各个部位,与未经覆盖的尸体本身完全相同、清晰可见。

引用这一段

希罗多德, 历史 §3.24.1-3.24.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.24.1-3.24.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。