§3.25.1θεησάμενοι δὲ τὰ πάντα οἱ κατάσκοποι ἀπαλλάσσοντο ὀπίσω.
偵察員たちはすべてを見物した後に引き返した。
ἀπαγγειλάντων δὲ ταῦτα τούτων, αὐτίκα ὁ Καμβύσης ὀργὴν ποιησάμενος ἐστρατεύετο ἐπὶ τοὺς Αἰθίοπας, οὔτε παρασκευὴν σίτου οὐδεμίαν παραγγείλας, οὔτε λόγον ἑωυτῷ δοὺς ὅτι ἐς τὰ ἔσχατα γῆς ἔμελλε στρατεύεσθαι·
彼らがこれらのことを報告すると、カンビュセスは直ちに怒りを発してエチオピア人に対して遠征を開始した。 食料の準備を何も命じることもせず、自分が大地の最果てへと遠征しようとしているのだということを自ら考慮に入れることもしないで。
§3.25.2οἷα δὲ ἐμμανής τε ἐὼν καὶ οὐ φρενήρης, ὡς ἤκουε τῶν Ἰχθυοφάγων, ἐστρατεύετο, Ἑλλήνων μὲν τοὺς παρεόντας αὐτοῦ τάξας ὑπομένειν, τὸν δὲ πεζὸν πάντα ἅμα ἀγόμενος.
狂気であり正気でない者として、彼は魚食人たちの報告を聞くやいなや、遠征を進めた。 同行していたギリシア人たちにはそこに残るよう命じ、歩兵全員を同時に引き連れて。
§3.25.3ἐπείτε δὲ στρατευόμενος ἐγένετο ἐν Θήβῃσι, ἀπέκρινε τοῦ στρατοῦ ὡς πέντε μυριάδας, καὶ τούτοισι μὲν ἐνετέλλετο Ἀμμωνίους ἐξανδραποδισαμένους τὸ χρηστήριον τὸ τοῦ Διὸς ἐμπρῆσαι, αὐτὸς δὲ τὸν λοιπὸν ἄγων στρατὸν ἤιε ἐπὶ τοὺς Αἰθίοπας.
進軍してテーバイに到着すると、彼は軍から約5万人の兵を分け、彼らには、アンモン人を奴隷にし、ゼウスの神託所を焼き払うよう命じた。 自身は残りの軍を率いてエチオピア人に対して進んだ。
§3.25.4πρὶν δὲ τῆς ὁδοῦ τὸ πέμπτον μέρος διεληλυθέναι τὴν στρατιήν, αὐτίκα πάντα αὐτοὺς τὰ εἶχον σιτίων ἐχόμενα ἐπελελοίπεε, μετὰ δὲ τὰ σιτία καὶ τὰ ὑποζύγια ἐπέλιπε κατεσθιόμενα.
軍が道のりの5分の1も進まないうちに、彼らが持っていた食料に関するすべてのものが、直ちに尽きてしまった。 そして食料の後に、荷役獣もまた食べ尽くされて尽きてしまった。
§3.25.5εἰ μέν νυν μαθὼν ταῦτα ὁ Καμβύσης ἐγνωσιμάχεε καὶ ἀπῆγε ὀπίσω τὸν στρατόν, ἐπὶ τῇ ἀρχῆθεν γενομένῃ ἁμαρτάδι ἦν ἂν ἀνὴρ σοφός·
もしカンビュセスがこのことを悟った時点で、自らの考えを変えて軍を引き返させていたならば、最初になされた過ちはあったとしても、賢明な男であったろうに。
νῦν δὲ οὐδένα λόγον ποιεύμενος ἤιε αἰεὶ ἐς τὸ πρόσω.
しかし現実には、彼はまったく考慮を払うことなく、ひたすら前方へと進んだ。
§3.25.6οἱ δὲ στρατιῶται ἕως μέν τι εἶχον ἐκ τῆς γῆς λαμβάνειν, ποιηφαγέοντες διέζωον, ἐπεὶ δὲ ἐς τὴν ψάμμον ἀπίκοντο, δεινὸν ἔργον αὐτῶν τινες ἐργάσαντο·
兵士たちは、土地から何か手に入れるものがある間は、草を食べて生きながらえていたが、砂漠に到達すると、彼らのうちのある者たちは恐ろしい行為におよんだ。
ἐκ δεκάδος γὰρ ἕνα σφέων αὐτῶν ἀποκληρώσαντες κατέφαγον.
10人の中からくじで1人を選び、自分たち自身のうちからその者を食い尽くしたのである。
§3.25.7πυθόμενος δὲ ταῦτα ὁ Καμβύσης, δείσας τὴν ἀλληλοφαγίην, ἀπεὶς τὸν ἐπʼ Αἰθίοπας στόλον ὀπίσω ἐπορεύετο καὶ ἀπικνέεται ἐς Θήβας πολλοὺς ἀπολέσας τοῦ στρατοῦ·
カンビュセスはこのことを知ると、互いを食らい合うことを恐れ、エチオピア人への遠征を断念して引き返し、軍の多くの者を失ってテーバイに到着した。
ἐκ Θηβέων δὲ καταβὰς ἐς Μέμφιν τοὺς Ἕλληνας ἀπῆκε ἀποπλέειν.
テーバイからメンフィスに下ると、ギリシア人たちを船で立ち去らせた。