§3.156.1ταῦτα ἐντειλάμενος ἤιε ἐπὶ τὰς πύλας, ἐπιστρεφόμενος ὡς δὴ ἀληθέως αὐτόμολος.
他交代完这些指示后,便朝城门走去,期间不断回头张望,装作一副确实是投降逃兵的样子。
ὁρῶντες δὲ ἀπὸ τῶν πύργων οἱ κατὰ τοῦτο τεταγμένοι κατέτρεχον κάτω καὶ ὀλίγον τι παρακλίναντες τὴν ἑτέρην πύλην εἰρώτων τίς τε εἴη καὶ ὅτευ δεόμενος ἥκοι.
守卫在这一地段塔楼上的人们看见他,便跑下楼来,把其中一扇城门推开一条缝,询问他是谁,来此有何求。
ὁ δέ σφι ἠγόρευε ὡς εἴη τε Ζώπυρος καὶ αὐτομολέοι ἐς ἐκείνους.
他便对他们说,自己是左皮罗斯,是向他们投降而来的。
§3.156.2ἦγον δή μιν οἱ πυλουροί, ταῦτα ὡς ἤκουσαν, ἐπὶ τὰ κοινὰ τῶν Βαβυλωνίων·
城门守卫们听了这话,就把他带到巴比伦人的公民大会上。
καταστὰς δὲ ἐπʼ αὐτὰ κατοικτίζετο, φὰς ὑπὸ Δαρείου πεπονθέναι τὰ ἐπεπόνθεε ὑπʼ ἑωυτοῦ, παθεῖν δὲ ταῦτα διότι συμβουλεῦσαι οἱ ἀπανιστάναι τὴν στρατιήν, ἐπείτε δὴ οὐδεὶς πόρος ἐφαίνετο τῆς ἁλώσιος.
他站在众人面前,开始悲痛地诉苦,声称自己对自己所做的事是受了大流士的折磨,并说自己之所以落得如此下场,是因为看到根本没有攻陷城池的办法,因而建议大流士撤军。
§3.156.3νῦν τε
ἔφη λέγων
ἐγὼ ὑμῖν ὦ Βαβυλώνιοι ἥκω μέγιστον ἀγαθόν, Δαρείῳ δὲ καὶ τῇ στρατιῇ καὶ Πέρσῃσι μέγιστον κακόν·
“而现在,”他说,“巴比伦人啊,我来到你们这里,对你们是最大的福祉,而对大流士、他的军队以及波斯人则是最大的灾难。
οὐ γὰρ δὴ ἐμέ γε ὧδε λωβησάμενος καταπροΐξεται·
因为他把我伤成这样,绝不会白白便宜了他。
ἐπίσταμαι δʼ αὐτοῦ πάσας τὰς διεξόδους τῶν βουλευμάτων.
而且,我了如指掌他计划的所有退路。
τοιαῦτα ἔλεγε.
” 他如此说道。