§3.155.1Δαρεῖος δὲ κάρτα βαρέως ἤνεικε ἰδὼν ἄνδρα δοκιμώτατον λελωβημένον, ἔκ τε τοῦ θρόνου ἀναπηδήσας ἀνέβωσέ τε καὶ εἴρετό μιν ὅστις εἴη ὁ λωβησάμενος καὶ ὅ τι ποιήσαντα.
大流士看到这位享有极高声望的人被毁容,感到非常痛心,他从王座上跳了起来,大声惊呼,并询问他是谁伤害了他,以及他做了什么事才落得如此下场。
§3.155.2ὁ δὲ εἶπε
οὐκ ἔστι οὗτος ὡνήρ, ὅτι μὴ σύ, τῷ ἐστὶ δύναμις τοσαύτη ἐμὲ δὴ ὧδε διαθεῖναι·
他回答道:“除了您以外,没有谁有如此大的力量能把我折磨成这样。
οὐδέ τις ἀλλοτρίων ὦ βασιλεῦ τάδε ἔργασται, ἀλλʼ αὐτὸς ἐγὼ ἐμεωυτόν, δεινόν τι ποιεύμενος Ἀσσυρίους Πέρσῃσι καταγελᾶν.
王啊,这并非外邦人中的任何一人所为,而是我自己对我自己做的,因为我实在无法容忍阿西里亚人嘲笑波斯人。
§3.155.3ὃ δʼ ἀμείβετο
ὦ σχετλιώτατε ἀνδρῶν, ἔργῳ τῷ αἰσχίστῳ οὔνομα τὸ κάλλιστον ἔθευ, φὰς διὰ τοὺς πολιορκεομένους σεωυτὸν ἀνηκέστως διαθεῖναι.
” 大流士回答道:“你这世上最鲁莽的人啊,你竟然给最可耻的行为冠以最美丽的名字,说你是为了那些被围困的人才对自己进行了不可救药的自残。
τί δʼ, ὦ μάταιε, λελωβημένου σεῦ θᾶσσον οἱ πολέμιοι παραστήσονται;
你这糊涂虫,难道因为你自残,敌人就会更快投降吗?
κῶς οὐκ ἐξέπλωσας τῶν φρενῶν σεωυτὸν διαφθείρας;
你毁了自己,难道不是丧失了理智吗?
§3.155.4ὁ δὲ εἶπε
εἰ μέν τοι ὑπερετίθεα τὰ ἔμελλον ποιήσειν, οὐκ ἄν με περιεῖδες· νῦν δʼ ἐπʼ ἐμεωυτοῦ βαλόμενος ἔπρηξα.
” 他回答说:“如果我当时把将要做的事向您商量,您是绝对不会容许我这么做的;但现在我是凭着自己的主张做出了这事。
ἤδη ὦν ἢν μὴ τῶν σῶν δεήσῃ, αἱρέομεν Βαβυλῶνα.
因此,现在只要您那一方不掉链子,我们就一定能攻下巴比伦。
ἐγὼ μὲν γὰρ ὡς ἔχω αὐτομολήσω ἐς τὸ τεῖχος καὶ φήσω πρὸς αὐτοὺς ὡς ὑπὸ σεῦ τάδε ἔπαθον·
因为我就要以这副模样投奔到城墙里去,并对他们说这是受了您的惩罚。
καὶ δοκέω, πείσας σφέας ταῦτα ἔχειν οὕτω, τεύξεσθαι στρατιῆς.
我想,在使他们确信事情就是这样之后,我就会获得一支军队的指挥权。
§3.155.5σὺ δέ, ἀπʼ ἧς ἂν ἡμέρης ἐγὼ ἐσέλθω ἐς τὸ τεῖχος, ἀπὸ ταύτης ἐς δεκάτην ἡμέρην τῆς σεωυτοῦ στρατιῆς, τῆς οὐδεμία ἔσται ὤρη ἀπολλυμένης, ταύτης χιλίους τάξον κατὰ τὰς Σεμιράμιος καλεομένας πύλας·
” 而您,从我进入城墙的那一天算起,到第十天,要从您的军队中——那些即使损失了也毫不心疼的人中——调遣一千人,部署在被称为塞米拉米斯城门的门前。
μετὰ δὲ αὖτις ἀπὸ τῆς δεκάτης ἐς ἑβδόμην ἄλλους μοι τάξον δισχιλίους κατὰ τὰς Νινίων καλεομένας πύλας·
此后,再从第十天算起的第七天,为我调遣另外两千人部署在被称为尼诺斯城门的门前。
ἀπὸ δὲ τῆς ἑβδόμης διαλείπειν εἴκοσι ἡμέρας, καὶ ἔπειτα ἄλλους κάτισον ἀγαγὼν κατὰ τὰς Χαλδαίων καλεομένας πύλας, τετρακισχιλίους.
再从那第七天算起,间隔二十天,然后带领并部署另外四千人到被称为迦勒底人城门的门前。
ἐχόντων δὲ μήτε οἱ πρότεροι μηδὲν τῶν ἀμυνεύντων μήτε οὗτοι, πλὴν ἐγχειριδίων· τοῦτο δὲ ἐᾶν ἔχειν.
但无论是先前的人还是这些人,除了短剑之外,一律不得携带任何防卫武器;只允许他们携带短剑。
§3.155.6μετὰ δὲ τὴν εἰκοστὴν ἡμέρην ἰθέως τὴν μὲν ἄλλην στρατιὴν κελεύειν πέριξ προσβάλλειν πρὸς τὸ τεῖχος, Πέρσας δέ μοι τάξον κατά τε τὰς Βηλίδας καλεομένας καὶ Κισσίας πύλας.
” 在满二十天之后,立即命令其余的全军对城墙周围发起全面进攻,但要把波斯精兵为我部署在被称为贝洛斯门和基西亚门的地方。
ὡς γὰρ ἐγὼ δοκέω, ἐμέο μεγάλα ἔργα ἀποδεξαμένου, τά τε ἄλλα ἐπιτρέψονται ἐμοὶ Βαβυλώνιοι καὶ δὴ καὶ τῶν πυλέων τὰς βαλανάγρας·
因为正如我所料,在我立下大功之后,巴比伦人不仅会把其他事情交给我,而且一定会把城门的钥匙也交给我。
τὸ δὲ ἐνθεῦτεν ἐμοί τε καὶ Πέρσῃσι μελήσει τὰ δεῖ ποιέειν.
至于此后的事,就由我和波斯人来负责采取应有的行动了。 ”