Humanitext Reader

希罗多德 · 历史 §3.157.1-3.157.4

左皮罗斯的伪装胜利与获任城防长官

第 561 段,共 1577 段 · 希腊语

内容简介

左皮罗斯在获得巴比伦人的军事指挥权后,按照先前与大流士的约定,接连击败波斯军队。他通过这些伪装的胜利赢得了巴比伦人的绝对信任,并被任命为总司令兼城墙守卫长。

§3.157.1οἳ δὲ Βαβυλώνιοι ὁρῶντες ἄνδρα τὸν ἐν Πέρσῃσι δοκιμώτατον ῥινός τε καὶ ὤτων ἐστερημένον, μάστιξί τε καὶ αἵματι ἀναπεφυρμένον, πάγχυ ἐλπίσαντες λέγειν μιν ἀληθέα καί σφι ἥκειν σύμμαχον, ἐπιτρέπεσθαι ἕτοιμοι ἦσαν τῶν ἐδέετο σφέων· ἐδέετο δὲ στρατιῆς.
而巴比伦人看到波斯人中最有声望的男子被割去了鼻子和耳朵、浑身伤痕累累且血迹斑斑,便完全相信他所说的是真话,而且是作为盟友来到他们身边的,于是准备随时把向他们所要求的一切都托付给他;而他所要求的,乃是军队。
§3.157.2ὁ δὲ ἐπείτε αὐτῶν τοῦτο παρέλαβε, ἐποίεε τά περ τῷ Δαρείῳ συνεθήκατο·
他从他们那里接管了这一权力之后,便着手实行他与大流士所约定的一切。
ἐξαγαγὼν γὰρ τῇ δεκάτῃ ἡμέρῃ τὴν στρατιὴν τῶν Βαβυλωνίων καὶ κυκλωσάμενος τοὺς χιλίους, τοὺς πρώτους ἐνετείλατο Δαρείῳ τάξαι, τούτους κατεφόνευσε.
在第十天,他率领巴比伦人的军队出击,包围了一千名士兵——即他曾指示大流士最先部署的那一千人——并将他们全部斩杀。
§3.157.3μαθόντες δέ μιν οἱ Βαβυλώνιοι τοῖσι ἔπεσι τὰ ἔργα παρεχόμενον ὅμοια, πάγχυ περιχαρέες ἐόντες πᾶν δὴ ἕτοιμοι ἦσαν ὑπηρετέειν.
巴比伦人得知他用行动证明了自己的话,感到无比欣喜,完全准备好听从他的一切吩咐。
ὁ δὲ διαλιπὼν ἡμέρας τὰς συγκειμένας, αὖτις ἐπιλεξάμενος τῶν Βαβυλωνίων ἐξήγαγε καὶ κατεφόνευσε τῶν Δαρείου στρατιωτέων τοὺς δισχιλίους.
他在间隔了约定好的天数后,再次选拔巴比伦人并率军出击,包围并斩杀了大流士的两千名士兵。
§3.157.4ἰδόντες δὲ καὶ τοῦτο τὸ ἔργον οἱ Βαβυλώνιοι πάντες Ζώπυρον εἶχον ἐν στόμασι αἰνέοντες.
看到这第二次的战果,所有的巴比伦人都口口声声赞美左皮罗斯。
ὁ δὲ αὖτις διαλιπὼν τὰς συγκειμένας ἡμέρας ἐξήγαγε ἐς τὸ προειρημένον, καὶ κυκλωσάμενος κατεφόνευσε τοὺς τετρακισχιλίους.
他再次间隔了约定的天数,将军队率领到预先指定的地点,将其包围并斩杀了四千人。
ὡς δὲ καὶ τοῦτο κατέργαστο, πάντα δὴ ἦν ἐν τοῖσι Βαβυλωνίοισι Ζώπυρος, καὶ στρατάρχης τε οὗτός σφι καὶ τειχοφύλαξ ἀπεδέδεκτο.
当这一战果也达成后,左皮罗斯在巴比伦人中便成了一切,他被他们任命为总司令兼城墙守卫长。

词汇与语法注释

  1. 3.157.1τῶν ἐδέετο σφέων — 关系代名词 τῶν(爱奥尼亚方言,相当于 ὧν)包含了先行词(ἐκεῖνα),既是 ἐπιτρέπεσθαι(委托)的直接宾语,也是 ἐδέετο(请求)的宾语。σφέων 是第三人称复数代词 σφεῖς 的属格,由动词 δέομαι(向某人请求某事,支配双重属格,即请求的对象与请求的事物均用属格)支配。
  2. 3.157.2τοὺς χιλίους, τοὺς πρώτους ἐνετείλατο Δαρείῳ τάξαι, τούτους κατεφόνευσε — 这是一种复指(resumptive)结构:同一指代对象(一千名士兵)在句首首先以宾格形式 τοὺς χιλίους 呈现,经过限定修饰部分(τοὺς πρώτους ἐνετείλατο...)之后,又由指示代词 τούτους 再次承接,作为主动词 κατεφόνευσε 的直接宾语。
  3. 3.157.3τῶν Βαβυλωνίων — 属格表示部分属格(partitive genitive),由分词 ἐπιλεξάμενος(选拔)支配,意为“从巴比伦人中选拔(一部分人)”,此处省去了介词 ἐκ。
  4. 3.157.4πάντα δὴ ἦν ἐν τοῖσι Βαβυλωνίοισι Ζώπυρος — 希腊语的一种惯用表达,通过使用中性复数形式 πάντα(一切事物)作为谓语,来极大限度地强调主语专有名词 Ζώπυρος(左皮罗斯)的重要性。意为“左皮罗斯对巴比伦人而言就是一切”,体现了他所获得的绝对信任与支配地位。

引用这一段

希罗多德, 历史 §3.157.1-3.157.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.157.1-3.157.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。