§3.147.1Ὀτάνης δὲ ὁ στρατηγὸς ἰδὼν πάθος μέγα Πέρσας πεπονθότας, ἐντολὰς μὲν τὰς Δαρεῖός οἱ ἀποστέλλων ἐνετέλλετο, μήτε κτείνειν μηδένα Σαμίων μήτε ἀνδραποδίζεσθαι ἀπαθέα τε κακῶν ἀποδοῦναι τὴν νῆσον Συλοσῶντι, τουτέων μὲν τῶν ἐντολέων μεμνημένος ἐπελανθάνετο, ὁ δὲ παρήγγειλε τῇ στρατιῇ πάντα τὸν ἂν λάβωσι καὶ ἄνδρα καὶ παῖδα ὁμοίως κτείνειν.
然而,将军奥塔涅斯见波斯人遭受了重大伤亡,尽管他还记得达雷乌斯在派遣他时所下达的命令——即不得杀死任何萨摩斯人,也不得将他们奴役,而是要将完好无损的岛屿移交给西洛松——但他却故意忘记了这些命令,转而命令军队,凡是他们抓获的人,无论男人还是孩子,一律杀死。
§3.147.2ἐνθαῦτα τῆς στρατιῆς οἳ μὲν τὴν ἀκρόπολιν ἐπολιόρκεον, οἳ δὲ ἔκτεινον πάντα τὸν ἐμποδὼν γινόμενον ὁμοίως ἔν τε ἱρῷ καὶ ἔξω ἱροῦ.
于是,军队中的一部分人围攻卫城,而另一部分人则将在他们路上遇到的所有人,不论是在神庙内还是在神庙外,一律杀死。