Humanitext Reader

希罗多德 · 历史 §3.142.1-3.142.5

迈安德里乌斯放弃权力的提议与公民的反对

第 546 段,共 1577 段 · 希腊语

内容简介

波利克拉特斯死后,接管萨摩斯权力的迈安德里乌斯试图向公民交出统治权并宣告法律前的平等(等法权),但他在为自己争取特权时,遭到一名公民的指责,称其不配统治并要求其交代财产账目。

§3.142.1τῆς δὲ Σάμου Μαιάνδριος ὁ Μαιανδρίου εἶχε τὸ κράτος, ἐπιτροπαίην παρὰ Πολυκράτεος λαβὼν τὴν ἀρχήν· τῷ δικαιοτάτῳ ἀνδρῶν βουλομένῳ γενέσθαι οὐκ ἐξεγένετο.
在萨摩斯,迈安德里乌斯之子迈安德里乌斯掌握着权力,他是从波利克拉特斯那里接受统治权作为委托的;然而,尽管他渴望成为最公正的人,却未能如愿。
§3.142.2ἐπειδὴ γάρ οἱ ἐξαγγέλθη ὁ Πολυκράτεος θάνατος, ἐποίεε τοιάδε· πρῶτα μὲν Διὸς ἐλευθερίου βωμὸν ἱδρύσατο καὶ τέμενος περὶ αὐτὸν οὔρισε τοῦτο τὸ νῦν ἐν τῷ προαστείῳ ἐστί· μετὰ δέ, ὥς οἱ ἐπεποίητο, ἐκκλησίην συναγείρας πάντων τῶν ἀστῶν ἔλεξε τάδε.
因为当波利克拉特斯的死讯传到他那里时,他做了以下的事情:首先,他建立了一座自由宙斯的祭坛,并在其周围划定了一块圣域,也就是现在位于郊外的那块;随后,当这些准备工作为他完成之后,他召集了全体公民的会议,并说了以下的话。
§3.142.3ἐμοί, ὡς ἴστε καὶ ὑμεῖς, σκῆπτρον καὶ δύναμις πᾶσα ἡ Πολυκράτεος ἐπιτέτραπται, καί μοι παρέχει νῦν ὑμέων ἄρχειν.
“正如你们也知道的,波利克拉特斯的权杖和一切权力都已委托给我,现在我也完全能够统治你们。
ἐγὼ δὲ τὰ τῷ πέλας ἐπιπλήσσω, αὐτὸς κατὰ δύναμιν οὐ ποιήσω·
但是,对于我责备邻人所做的事,我自己竭力不去做。
οὔτε γάρ μοι Πολυκράτης ἤρεσκε δεσπόζων ἀνδρῶν ὁμοίων ἑωυτῷ οὔτε ἄλλος ὅστις τοιαῦτα ποιέει.
因为波利克拉特斯统治与他同等的人,这既不合我的心意,任何其他做这种事的人也同样不合我意。
Πολυκράτης μέν νυν ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ, ἐγὼ δὲ ἐς μέσον τὴν ἀρχὴν τιθεὶς ἰσονομίην ὑμῖν προαγορεύω.
如今波利克拉特斯已经完成了他的命运,而我把统治权公诸于众,向你们宣告法律前的平等。
§3.142.4τοσάδε μέντοι δικαιῶ γέρεα ἐμεωυτῷ γενέσθαι, ἐκ μέν γε τῶν Πολυκράτεος χρημάτων ἐξαίρετα ἓξ τάλαντά μοι γενέσθαι, ἱρωσύνην δὲ πρὸς τούτοισι αἱρεῦμαι αὐτῷ τέ μοι καὶ τοῖσι ἀπʼ ἐμεῦ αἰεὶ γινομένοισι τοῦ Διὸς τοῦ ἐλευθερίου· τῷ αὐτός τε ἱρὸν ἱδρυσάμην καὶ τὴν ἐλευθερίην ὑμῖν περιτίθημι.
尽管如此,我认为自己应当获得以下特权:从波利克拉特斯的财产中拨出六个塔兰同作为我的专享,此外,我为我自己以及我的子孙后代选择担任自由宙斯的祭司,我亲自为这位神明建立了圣所,并正在将自由赋予你们。
§3.142.5ὃ μὲν δὴ ταῦτα τοῖσι Σαμίοισι ἐπαγγέλλετο· τῶν δέ τις ἐξαναστὰς εἶπε ἀλλʼ οὐδʼ ἄξιος εἶς σύ γε ἡμέων ἄρχειν, γεγονώς τε κακῶς καὶ ἐὼν ὄλεθρος· ἀλλὰ μᾶλλον ὅκως λόγον δώσεις τῶν μετεχείρισας χρημάτων.
” 他确实对萨摩斯人提出了这些提议;但他们中有一个人站起来说:“但是,你甚至不配统治我们,你既出身卑贱,又是个祸害;你倒不如想想如何交代你经手的那些财产。 ”

词汇与语法注释

  1. §3.142.1τῷ δικαιοτάτῳ ἀνδρῶν βουλομένῳ γενέσθαι οὐκ ἐξεγένετο — 与格的 τῷ βουλομένῳ 是无人称动词 οὐκ ἐξεγένετο(ἐξέστι 的过去式,“对某人来说是可能的/允许的”)的与格补足语。直译为:“对于渴望成为最公正之人的人(他)来说,这未能成为可能。”
  2. §3.142.2ὥς οἱ ἐπεποίητο — 由连词 ὡς(“当……时”)引导的从句。动词 ἐπεποίητο 是 ποιέω 的过去完成时被动第三人称单数,此处可理解为与隐含的中性复数主语(祭坛与圣域)连用,或作为无人称用法(“当准备工作完成时”)。与格 οἱ 是施事者或利害关系的与格(“被他”或“为他”)。
  3. §3.142.3παρέχει — 动词 παρέχει 在此处作为无人称动词使用,意为“被允许”、“有赞助/机会”(等同于 ἐξέστι),后接不定式 ἄρχειν 作为其补足语。
  4. §3.142.3τὰ τῷ πέλας ἐπιπλήσσω — 包含省去关系代词的关系从句,等同于 τὰ (ἃ) τῷ πέλας ἐπιπλήσσω,意为“我指责邻人所做的事”。宾格 τὰ 是主句动词 οὐ ποιήσω 的直接宾语。
  5. §3.142.5ὅκως λόγον δώσεις — 连词 ὅπως(伊奥尼亚方言拼写为 ὅκως)后接将来时直陈语气 δώσεις(δίδωμι 的第二人称单数将来时)的结构,属于独立祈使语气用法,省略了主句中表示“注意、设法使……”的动词。

引用这一段

希罗多德, 历史 §3.142.1-3.142.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.142.1-3.142.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。