§3.142.1τῆς δὲ Σάμου Μαιάνδριος ὁ Μαιανδρίου εἶχε τὸ κράτος, ἐπιτροπαίην παρὰ Πολυκράτεος λαβὼν τὴν ἀρχήν· τῷ δικαιοτάτῳ ἀνδρῶν βουλομένῳ γενέσθαι οὐκ ἐξεγένετο.
In Samos, Maeandrius, son of Maeandrius, held the power, having received the rule from Polycrates as a trust; but though he wished to become the most just of men, it was not permitted to him to do so.
§3.142.2ἐπειδὴ γάρ οἱ ἐξαγγέλθη ὁ Πολυκράτεος θάνατος, ἐποίεε τοιάδε· πρῶτα μὲν Διὸς ἐλευθερίου βωμὸν ἱδρύσατο καὶ τέμενος περὶ αὐτὸν οὔρισε τοῦτο τὸ νῦν ἐν τῷ προαστείῳ ἐστί· μετὰ δέ, ὥς οἱ ἐπεποίητο, ἐκκλησίην συναγείρας πάντων τῶν ἀστῶν ἔλεξε τάδε.
For when the death of Polycrates was announced to him, he did as follows: first, he established an altar of Zeus the Liberator and marked out a sacred precinct around it, which is now in the suburb; and afterwards, when these things had been prepared for him, he gathered an assembly of all the citizens and spoke these words.
§3.142.3ἐμοί, ὡς ἴστε καὶ ὑμεῖς, σκῆπτρον καὶ δύναμις πᾶσα ἡ Πολυκράτεος ἐπιτέτραπται, καί μοι παρέχει νῦν ὑμέων ἄρχειν.
"To me, as you also know, the scepter and all the power of Polycrates have been entrusted, and it is now open to me to rule over you.
ἐγὼ δὲ τὰ τῷ πέλας ἐπιπλήσσω, αὐτὸς κατὰ δύναμιν οὐ ποιήσω·
But those things which I blame in my neighbor, I myself will not do, so far as I am able.
οὔτε γάρ μοι Πολυκράτης ἤρεσκε δεσπόζων ἀνδρῶν ὁμοίων ἑωυτῷ οὔτε ἄλλος ὅστις τοιαῦτα ποιέει.
For neither did Polycrates please me when he lorded it over men equal to himself, nor does anyone else who does such things.
Πολυκράτης μέν νυν ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ, ἐγὼ δὲ ἐς μέσον τὴν ἀρχὴν τιθεὶς ἰσονομίην ὑμῖν προαγορεύω.
Now Polycrates has fulfilled his destiny, and I, placing the government in the middle, proclaim to you equality of laws.
§3.142.4τοσάδε μέντοι δικαιῶ γέρεα ἐμεωυτῷ γενέσθαι, ἐκ μέν γε τῶν Πολυκράτεος χρημάτων ἐξαίρετα ἓξ τάλαντά μοι γενέσθαι, ἱρωσύνην δὲ πρὸς τούτοισι αἱρεῦμαι αὐτῷ τέ μοι καὶ τοῖσι ἀπʼ ἐμεῦ αἰεὶ γινομένοισι τοῦ Διὸς τοῦ ἐλευθερίου· τῷ αὐτός τε ἱρὸν ἱδρυσάμην καὶ τὴν ἐλευθερίην ὑμῖν περιτίθημι. §3.142.5ὃ μὲν δὴ ταῦτα τοῖσι Σαμίοισι ἐπαγγέλλετο· τῶν δέ τις ἐξαναστὰς εἶπε
ἀλλʼ οὐδʼ ἄξιος εἶς σύ γε ἡμέων ἄρχειν, γεγονώς τε κακῶς καὶ ἐὼν ὄλεθρος· ἀλλὰ μᾶλλον ὅκως λόγον δώσεις τῶν μετεχείρισας χρημάτων.
However, I deem it right that these privileges should be granted to me: namely, that from the wealth of Polycrates six talents should be chosen out for me, and in addition to this I choose for myself and for those who are born of me forever the priesthood of Zeus the Liberator, to whom I myself established the precinct and now confer freedom upon you." He indeed made these proposals to the Samians; but one of them, rising up, said: "But you are not even worthy to rule us, being both base by birth and a pest; rather see to it how you will give an account of the money you have handled."