§3.143.1ταῦτα εἶπε ἐὼν ἐν τοῖσι ἀστοῖσι δόκιμος, τῷ οὔνομα ἦν Τελέσαρχος.
说这些话的是一位在公民中享有声望的人,名叫特勒萨科斯。
Μαιάνδριος δὲ νόῳ λαβὼν ὡς εἰ μετήσει τὴν ἀρχήν, ἄλλος τις ἀντʼ αὐτοῦ τύραννος καταστήσεται, οὐδὲν ἔτι ἐν νόῳ εἶχε μετιέναι αὐτήν, ἀλλʼ ὡς ἀνεχώρησε ἐς τὴν ἀκρόπολιν, μεταπεμπόμενος ἕνα ἕκαστον ὡς δὴ λόγον τῶν χρημάτων δώσων, συνέλαβε σφέας καὶ κατέδησε.
而迈安德里乌斯心里明白,如果他放弃统治权,就会有别人代替他成为篡位僭主,于是他再也没有放弃它的念头。 相反,他退避到卫城,借口要交代财产账目,把人们一个个召来,将他们逮捕并囚禁起来。
§3.143.2οἳ μὲν δὴ ἐδεδέατο, Μαιάνδριον δὲ μετὰ ταῦτα κατέλαβε νοῦσος.
他们就这样被囚禁着,但在此之后,迈安德里乌斯染上了疾病。
ἐλπίζων δέ μιν ἀποθανέεσθαι ὁ ἀδελφεός, τῷ οὔνομα ἦν Λυκάρητος, ἵνα εὐπετεστέρως κατάσχῃ τὰ ἐν τῇ Σάμῳ πρήγματα, κατακτείνει τοὺς δεσμώτας πάντας· οὐ γὰρ δή, ὡς οἴκασι, ἐβούλοντο εἶναι ἐλεύθεροι.
他的兄弟名叫利卡雷托斯,预料他会死,为了能更容易地掌控萨摩斯的局势,便把囚犯全部杀害;因为,正如他们表现出来的那样,他们似乎并不愿意获得自由。