Humanitext Reader

希罗多德 · 历史 §3.15.1-3.15.4

普萨美尼托斯的叛乱阴谋与饮牛血自尽

第 419 段,共 1577 段 · 希腊语

内容简介

普萨美尼托斯起初在波斯宫廷过着安稳的生活,但因密谋煽动埃及人叛乱被冈比西斯察觉,最终饮牛血自尽。

§3.15.1τὸν μὲν δὴ παῖδα εὗρον αὐτοῦ οἱ μετιόντες οὐκέτι περιεόντα ἀλλὰ πρῶτον κατακοπέντα, αὐτὸν δὲ Ψαμμήνιτον ἀναστήσαντες ἦγον παρὰ Καμβύσεα·
前去迎接他儿子的人发现他的儿子已经不在人世,而是最先被砍死了;他们把普萨美尼托斯本人扶起来,带到冈比西斯面前。
§3.15.2ἔνθα τοῦ λοιποῦ διαιτᾶτο ἔχων οὐδὲν βίαιον.
此后他就在那里生活,没有受到任何粗暴的对待。
εἰ δὲ καὶ ἠπιστήθη μὴ πολυπρηγμονέειν, ἀπέλαβε ἂν Αἴγυπτον ὥστε ἐπιτροπεύειν αὐτῆς, ἐπεὶ τιμᾶν ἐώθασι Πέρσαι τῶν βασιλέων τοὺς παῖδας· τῶν, εἰ καὶ σφέων ἀποστέωσι, ὅμως τοῖσί γε παισὶ αὐτῶν ἀποδιδοῦσι τὴν ἀρχήν.
如果他懂得不插手多事,他本可以收回埃及并统治它,因为波斯人习惯于尊重国王们的子嗣;即使那些国王背叛了他们,波斯人仍然会把统治权交还给他们的孩子。
§3.15.3πολλοῖσι μέν νυν καὶ ἄλλοισι ἐστὶ σταθμώσασθαι ὅτι τοῦτο οὕτω νενομίκασι ποιέειν, ἐν δὲ καὶ τῷ τε Ἰνάρω παιδὶ Θαννύρᾳ, ὃς ἀπέλαβε τήν οἱ ὁ πατὴρ εἶχε ἀρχήν, καὶ τῷ Ἀμυρταίου Παυσίρι· καὶ γὰρ οὗτος ἀπέλαβε τὴν τοῦ πατρὸς ἀρχήν.
这一点可以通过许多其他的例子来推测,即他们习惯于这样做,其中特别是在伊纳罗斯之子坦尼拉斯身上,他收回了其父曾拥有的统治权,以及在阿米尔泰奥斯之子保西里斯身上,因为他也收回了其父的统治权。
καίτοι Ἰνάρω γε καὶ Ἀμυρταίου οὐδαμοί κω Πέρσας κακὰ πλέω ἐργάσαντο.
然而,此前没有任何人比伊纳罗斯和阿米尔泰奥斯给波斯人带来过更多的灾难。
§3.15.4νῦν δὲ μηχανώμενος κακὰ ὁ Ψαμμήνιτος ἔλαβε τὸν μισθόν· ἀπιστὰς γὰρ Αἰγυπτίους ἥλω·
但这一次,普萨美尼托斯由于图谋不轨而得到了他的报应;因为他试图策动埃及人叛乱而败露。
ἐπείτε δὲ ἐπάιστος ἐγένετο ὑπὸ Καμβύσεω, αἷμα ταύρου πιὼν ἀπέθανε παραχρῆμα.
当他的阴谋被冈比西斯察觉后,他饮下牛血,立时毙命。
οὕτω δὴ οὗτος ἐτελεύτησε.
就这样,他结束了一生。

词汇与语法注释

  1. §3.15.2εἰ δὲ καὶ ἠπιστήθη μὴ πολυπρηγμονέειν, ἀπέλαβε ἂν Αἴγυπτον — 表示与过去事实相反的虚拟条件句。条件从句使用直陈式过去时(ἠπιστήθη),主句使用直陈式过去时(ἀπέλαβε)搭配助词 ἄν,意为“如果他懂得不插手多事,他本已收回埃及”。动词 ἠπιστήθη 是异态词 ἐπίσταμαι 的不定过去时被动式形式。
  2. §3.15.2τῶν, εἰ καὶ σφέων ἀποστέωσι, ὅμως τοῖσί γε παισὶ αὐτῶν ἀποδιδοῦσι τὴν ἀρχήν — 属格复数关系代词 τῶν 在句首起连接作用,指代前句的 τῶν βασιλέων。σφέων 是第三人称复数代词的属格,在此作间接反身代词,指代主句的主语(Πέρσαι)。虚拟式 ἀποστέωσι(ἀφίστημι 的伊奥尼亚方言不定过去时虚拟式第三人称复数)与 εἰ καί 连用,表示一般的假设。
  3. §3.15.3πολλοῖσι... ἐστὶ σταθμώσασθαι — 动词 ἐστί 作无人称动词使用(= ἔξεστι),后接不定式 σταθμώσασθαι,意为“可以推测”。与格 πολλοῖσι [καὶ ἄλλοισι] 表示手段或判断的依据,意为“通过许多其他例子”。
  4. §3.15.4ἀπιστὰς γὰρ Αἰγυπτίους ἥλω — 动词 ἥλω(ἁλίσκομαι 的不定过去时直陈式第三人称单数,伊奥尼亚方言形式)后接补充性分词,意为“在做某事时被捕/败露”。现在分词 ἀπιστὰς(ἀφίστημι 的及物性现在分词)表示策动叛乱这一企图的持续。

引用这一段

希罗多德, 历史 §3.15.1-3.15.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.15.1-3.15.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。