§3.139.1μετὰ δὲ ταῦτα Σάμον βασιλεὺς Δαρεῖος αἱρέει, πολίων πασέων πρώτην Ἑλληνίδων καὶ βαρβάρων, διὰ τοιήνδε τινὰ αἰτίην.
此后,大流士国王攻占了萨摩斯,这是在所有希腊和蛮族城市中被他首个攻占的,其原因如下。
Καμβύσεω τοῦ Κύρου στρατευομένου ἐπʼ Αἴγυπτον ἄλλοι τε συχνοὶ ἐς τὴν Αἴγυπτον ἀπίκοντο Ἑλλήνων, οἳ μέν, ὡς οἰκός, κατʼ ἐμπορίην στρατευόμενοι, οἳ δὲ τινὲς καὶ αὐτῆς τῆς χώρης θεηταί·
当居鲁士之子冈比西斯进军埃及的时候,许多其他希腊人也来到了埃及,有些人正如预料的那样是为了经商而随军旅行,有些人则是为了观光该国。
τῶν ἦν καὶ Συλοσῶν ὁ Αἰάκεος, Πολυκράτεός τε ἐὼν ἀδελφεὸς καὶ φεύγων ἐκ Σάμου.
在这些人当中也有埃阿克斯之子希洛松,他是波利克拉特斯的兄弟,当时正从萨摩斯流亡。
§3.139.2τοῦτον τὸν Συλοσῶντα κατέλαβε εὐτυχίη τις τοιήδε.
这位希洛松碰上了如下的一件幸运事。
λαβὼν χλανίδα καὶ περιβαλόμενος πυρρὴν ἠγόραζε ἐν τῇ Μέμφι·
他得到了一件红色的外衣,披在身上,在孟菲斯的广场上闲逛。
ἰδὼν δὲ αὐτὸν Δαρεῖος, δορυφόρος τε ἐὼν Καμβύσεω καὶ λόγου οὐδενός κω μεγάλου, ἐπεθύμησε τῆς χλανίδος καὶ αὐτὴν προσελθὼν ὠνέετο.
大流士看见了他,大流士当时只是冈比西斯的侍卫,还没有什么显赫的地位,他看中了那件外衣,便走上前去想要买下来。
§3.139.3ὁ δὲ Συλοσῶν ὁρέων τὸν Δαρεῖον μεγάλως ἐπιθυμέοντα τῆς χλανίδος, θείῃ τύχῃ χρεώμενος λέγει
ἐγὼ ταύτην πωλέω μὲν οὐδενὸς χρήματος, δίδωμι δὲ ἄλλως, εἴ περ οὕτω δεῖ γενέσθαι πάντως τοι.
希洛松见大流士非常渴望得到这件外衣,便在神妙机缘的驱使下说道: “我绝不为任何金钱出卖这件衣服,但如果你一定要得到它,我愿意白白送给你。
αἰνέσας ταῦτα ὁ Δαρεῖος παραλαμβάνει τὸ εἷμα.
” 大流士赞许了这番话,便收下了这件衣服。