Humanitext Reader

希罗多德 · 历史 §3.138.1-3.138.4

吉洛斯营救波斯人与回国尝试的失败

第 542 段,共 1577 段 · 希腊语

内容简介

波斯人在搁浅后沦为奴隶,但被塔兰托流亡者吉洛斯营救并送至大流士处。吉洛斯请求通过克尼多斯人的调解回国,但劝说塔兰托人的尝试最终失败。

§3.138.1ἀναχθέντες δὲ ἐκ τῆς Κρότωνος οἱ Πέρσαι ἐκπίπτουσι τῇσι νηυσὶ ἐς Ἰηπυγίην, καί σφεας δουλεύοντας ἐνθαῦτα Γίλλος ἀνὴρ Ταραντῖνος φυγὰς ῥυσάμενος ἀπήγαγε παρὰ βασιλέα Δαρεῖον.
波斯人从克罗托内启航后,他们的船只在伊阿皮吉亚搁浅。 当他们在那里沦为奴隶时,一个名叫吉洛斯的塔兰托流亡者营救了他们,并把他们带到大流士国王面前。
ὁ δὲ ἀντὶ τούτων ἕτοιμος ἦν διδόναι τοῦτο ὅ τι βούλοιτο αὐτός.
作为对此的回报,大流士准备满足他本人提出的一切要求。
§3.138.2Γίλλος δὲ αἱρέεται κάτοδόν οἱ ἐς Τάραντα γενέσθαι, προαπηγησάμενος τὴν συμφορήν·
吉洛斯在预先说明了自己的不幸遭遇后,选择让自己重返塔兰托。
ἵνα δὲ μὴ συνταράξῃ τὴν Ἑλλάδα, ἢν διʼ αὐτὸν στόλος μέγας πλέῃ ἐπὶ τὴν Ἰταλίην, Κνιδίους μούνους ἀποχρᾶν οἱ ἔφη τοὺς κατάγοντας γίνεσθαι, δοκέων ἀπὸ τούτων ἐόντων τοῖσι Ταραντίνοισι φίλων μάλιστα τὴν κάτοδόν οἱ ἔσεσθαι.
但为了不因自己而让庞大的舰队驶向意大利从而引起希腊的混乱,他说只需让克尼多斯人担任送他回国的人就足够了,因为他认为,既然克尼多斯人是塔兰托人的朋友,通过他们,自己的回归将最容易实现。
§3.138.3Δαρεῖος δὲ ὑποδεξάμενος ἐπετέλεε·
大流士答应了这一请求并予以执行。
πέμψας γὰρ ἄγγελον ἐς Κνίδον κατάγειν σφέας ἐκέλευε Γίλλον ἐς Τάραντα.
他派遣使者前往克尼多斯,命令他们送吉洛斯回塔兰托。
πειθόμενοι δὲ Δαρείῳ Κνίδιοι Ταραντίνους οὔκων ἔπειθον, βίην δὲ ἀδύνατοι ἦσαν προσφέρειν.
克尼多斯人顺从了大流士,但未能说服塔兰托人,而且他们也无力使用武力。
§3.138.4ταῦτα μέν νυν οὕτω ἐπρήχθη·
这些事情就是这样办成的。
οὗτοι δὲ πρῶτοι ἐκ τῆς Ἀσίης ἐς τὴν Ἑλλάδα ἀπίκοντο Πέρσαι, καὶ οὗτοι διὰ τοιόνδε πρῆγμα κατάσκοποι ἐγένοντο.
这些波斯人是第一批从亚洲来到希腊的人,他们由于这样的缘故而成为了侦察员。

词汇与语法注释

  1. §3.138.1δουλεύοντας — 现在分词 δουλεύοντας(源自 δουλεύω,“沦为奴隶”)表示波斯人搁浅后“处于奴隶状态”的持续状态,描述了主动词 ἐκπίπτουσι 发生时他们所处的境遇。
  2. §3.138.2ἀποχρᾶν — 离子方言动词 ἀποχράω(足够、充足)的现在不定词,在间接引语中充当动词 ἔφη 的宾语。其主语为宾格的 Κνιδίους μούνους。后面的不定词短语 τοὺς κατάγοντας γίνεσθαι(成为送其回国的人)进一步限定了“足够”的具体内容。
  3. §3.138.2ἀπὸ τούτων ἐόντων τοῖσι Ταραντίνοισι φίλων — 介词 ἀπό 支配属格短语 τούτων ... φίλων 及其分词 ἐόντων(εἰμί 的离子方言现在分词属格复数),表示原因或手段(“由于他们是塔兰托人的朋友”)。

引用这一段

希罗多德, 历史 §3.138.1-3.138.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.138.1-3.138.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。