§3.139.1μετὰ δὲ ταῦτα Σάμον βασιλεὺς Δαρεῖος αἱρέει, πολίων πασέων πρώτην Ἑλληνίδων καὶ βαρβάρων, διὰ τοιήνδε τινὰ αἰτίην.
After this, King Darius captured Samos, the first of all cities, both Greek and barbarian, for the following reason.
Καμβύσεω τοῦ Κύρου στρατευομένου ἐπʼ Αἴγυπτον ἄλλοι τε συχνοὶ ἐς τὴν Αἴγυπτον ἀπίκοντο Ἑλλήνων, οἳ μέν, ὡς οἰκός, κατʼ ἐμπορίην στρατευόμενοι, οἳ δὲ τινὲς καὶ αὐτῆς τῆς χώρης θεηταί· τῶν ἦν καὶ Συλοσῶν ὁ Αἰάκεος, Πολυκράτεός τε ἐὼν ἀδελφεὸς καὶ φεύγων ἐκ Σάμου.
When Cambyses, son of Cyrus, was marching against Egypt, many other Greeks arrived in Egypt, some, as was natural, traveling for trade, and others to see the country itself; among these was Syloson, son of Aeaces, who was the brother of Polycrates and an exile from Samos.
§3.139.2τοῦτον τὸν Συλοσῶντα κατέλαβε εὐτυχίη τις τοιήδε.
A certain piece of good fortune befell this Syloson.
λαβὼν χλανίδα καὶ περιβαλόμενος πυρρὴν ἠγόραζε ἐν τῇ Μέμφι· ἰδὼν δὲ αὐτὸν Δαρεῖος, δορυφόρος τε ἐὼν Καμβύσεω καὶ λόγου οὐδενός κω μεγάλου, ἐπεθύμησε τῆς χλανίδος καὶ αὐτὴν προσελθὼν ὠνέετο.
Having obtained a red cloak and wrapped it around himself, he was walking in the marketplace of Memphis; and Darius, who was then a bodyguard of Cambyses and as yet of no great importance, saw him, fell in love with the cloak, and coming up, wanted to buy it.
§3.139.3ὁ δὲ Συλοσῶν ὁρέων τὸν Δαρεῖον μεγάλως ἐπιθυμέοντα τῆς χλανίδος, θείῃ τύχῃ χρεώμενος λέγει
ἐγὼ ταύτην πωλέω μὲν οὐδενὸς χρήματος, δίδωμι δὲ ἄλλως, εἴ περ οὕτω δεῖ γενέσθαι πάντως τοι. αἰνέσας ταῦτα ὁ Δαρεῖος παραλαμβάνει τὸ εἷμα.
Syloson, seeing that Darius was very eager for the cloak, said, by some divine inspiration: "I will not sell this for any money, but I will give it to you for nothing, if indeed it must by all means be so." Darius, having praised this, took the garment.