§3.138.1ἀναχθέντες δὲ ἐκ τῆς Κρότωνος οἱ Πέρσαι ἐκπίπτουσι τῇσι νηυσὶ ἐς Ἰηπυγίην, καί σφεας δουλεύοντας ἐνθαῦτα Γίλλος ἀνὴρ Ταραντῖνος φυγὰς ῥυσάμενος ἀπήγαγε παρὰ βασιλέα Δαρεῖον.
Having set sail from Croton, the Persians were driven ashore with their ships in Iapygia; and while they were in slavery there, Gillus, a Tarentine exile, rescued them and brought them to King Darius.
ὁ δὲ ἀντὶ τούτων ἕτοιμος ἦν διδόναι τοῦτο ὅ τι βούλοιτο αὐτός.
In return for this, the King was ready to give him whatever he himself wished.
§3.138.2Γίλλος δὲ αἱρέεται κάτοδόν οἱ ἐς Τάραντα γενέσθαι, προαπηγησάμενος τὴν συμφορήν· ἵνα δὲ μὴ συνταράξῃ τὴν Ἑλλάδα, ἢν διʼ αὐτὸν στόλος μέγας πλέῃ ἐπὶ τὴν Ἰταλίην, Κνιδίους μούνους ἀποχρᾶν οἱ ἔφη τοὺς κατάγοντας γίνεσθαι, δοκέων ἀπὸ τούτων ἐόντων τοῖσι Ταραντίνοισι φίλων μάλιστα τὴν κάτοδόν οἱ ἔσεσθαι.
Gillus, having first explained his misfortune, chose that his return to Tarentum should be brought about; but lest he should throw Greece into confusion if a great fleet sailed to Italy on his account, he said that the Cnidians alone would be sufficient for him to be those who brought him back, thinking that his return would most easily be effected through them, since they were friends to the Tarentines.
§3.138.3Δαρεῖος δὲ ὑποδεξάμενος ἐπετέλεε· πέμψας γὰρ ἄγγελον ἐς Κνίδον κατάγειν σφέας ἐκέλευε Γίλλον ἐς Τάραντα.
And Darius, having promised, fulfilled it; for he sent a messenger to Cnidus, ordering them to bring Gillus back to Tarentum.
πειθόμενοι δὲ Δαρείῳ Κνίδιοι Ταραντίνους οὔκων ἔπειθον, βίην δὲ ἀδύνατοι ἦσαν προσφέρειν.
The Cnidians, obeying Darius, did not indeed persuade the Tarentines, and were unable to apply force.
§3.138.4ταῦτα μέν νυν οὕτω ἐπρήχθη· οὗτοι δὲ πρῶτοι ἐκ τῆς Ἀσίης ἐς τὴν Ἑλλάδα ἀπίκοντο Πέρσαι, καὶ οὗτοι διὰ τοιόνδε πρῆγμα κατάσκοποι ἐγένοντο.
Thus then these things were done; and these were the first Persians who came from Asia to Greece, and they became spies for such a reason.