§3.138.1ἀναχθέντες δὲ ἐκ τῆς Κρότωνος οἱ Πέρσαι ἐκπίπτουσι τῇσι νηυσὶ ἐς Ἰηπυγίην, καί σφεας δουλεύοντας ἐνθαῦτα Γίλλος ἀνὴρ Ταραντῖνος φυγὰς ῥυσάμενος ἀπήγαγε παρὰ βασιλέα Δαρεῖον.
クロトンから出航したペルシア人たちは、その船とともにイアピュギアに漂着した。 彼らがそこで奴隷になっていたところ、タラスの亡命者であるギロスという男が彼らを救い出し、ダレイオス王のもとへと送り届けた。
ὁ δὲ ἀντὶ τούτων ἕτοιμος ἦν διδόναι τοῦτο ὅ τι βούλοιτο αὐτός.
ダレイオスはこれに対する見返りとして、ギロス自身が望むものを何でも与える用意があった。
§3.138.2Γίλλος δὲ αἱρέεται κάτοδόν οἱ ἐς Τάραντα γενέσθαι, προαπηγησάμενος τὴν συμφορήν·
ギロスは自分の不運をあらかじめ説明した上で、タラスへの自身の帰国が実現することを望んだ。
ἵνα δὲ μὴ συνταράξῃ τὴν Ἑλλάδα, ἢν διʼ αὐτὸν στόλος μέγας πλέῃ ἐπὶ τὴν Ἰταλίην, Κνιδίους μούνους ἀποχρᾶν οἱ ἔφη τοὺς κατάγοντας γίνεσθαι, δοκέων ἀπὸ τούτων ἐόντων τοῖσι Ταραντίνοισι φίλων μάλιστα τὴν κάτοδόν οἱ ἔσεσθαι.
しかし、自分のために大艦隊がイタリアへと航海することでギリシアを混乱に陥れることがないよう、自分を帰国させる者となるのはクニドス人たちだけで十分であると彼は言った。 クニドス人たちがタラスの人々の友人であることから、彼らによる方が自分の帰国が最も(穏便に)実現するだろうと考えたからである。
§3.138.3Δαρεῖος δὲ ὑποδεξάμενος ἐπετέλεε·
ダレイオスはこの約束を引き受けて実行に移した。
πέμψας γὰρ ἄγγελον ἐς Κνίδον κατάγειν σφέας ἐκέλευε Γίλλον ἐς Τάραντα.
彼はクニドスに使者を送り、彼らにギロスをタラスへと帰国させるよう命じたのである。
πειθόμενοι δὲ Δαρείῳ Κνίδιοι Ταραντίνους οὔκων ἔπειθον, βίην δὲ ἀδύνατοι ἦσαν προσφέρειν.
クニドス人たちはダレイオスに従ったものの、タラスの人々を説得することはできず、武力を用いる力もなかった。
§3.138.4ταῦτα μέν νυν οὕτω ἐπρήχθη·
こうしてこれらの事柄は行われた。
οὗτοι δὲ πρῶτοι ἐκ τῆς Ἀσίης ἐς τὴν Ἑλλάδα ἀπίκοντο Πέρσαι, καὶ οὗτοι διὰ τοιόνδε πρῆγμα κατάσκοποι ἐγένοντο.
アジアからギリシアへとやって来たペルシア人としては、彼らが最初のものであり、彼らはこのような事情から偵察員となったのであった。