§3.137.1πλέοντες δὲ ἐνθεῦτεν οἱ Πέρσαι καὶ διώκοντες Δημοκήδεα ἀπικνέονται ἐς τὴν Κρότωνα, εὑρόντες δέ μιν ἀγοράζοντα ἅπτοντο αὐτοῦ.
波斯人从那里启航并追击德莫凯德斯,抵达了克罗托内。 他们发现他在广场上,便对他动手。
§3.137.2τῶν δὲ Κροτωνιητέων οἳ μὲν καταρρωδέοντες τὰ Περσικὰ πρήγματα προϊέναι ἕτοιμοι ἦσαν, οἳ δὲ ἀντάπτοντο καὶ τοῖσι σκυτάλοισι ἔπαιον τοὺς Πέρσας προϊσχομένους ἔπεα τάδε. ἄνδρες Κροτωνιῆται, ὁρᾶτε τὰ ποιέετε·
在克罗托内人中,有些人害怕波斯人的力量,准备交出他,但另一些人则予以反击,并用棍棒殴打那些提出如下抗议的波斯人: “克罗托内的男子汉们,看清楚你们在做什么!
ἄνδρα βασιλέος δρηπέτην γενόμενον ἐξαιρέεσθε.
你们正在抢夺一个从国王那里逃出来的奴隶。
§3.137.3κῶς ταῦτα βασιλέι Δαρείῳ ἐκχρήσει περιυβρίσθαι;
” “这种肆意的侮辱怎么能让大流士国王感到满足?
κῶς δὲ ὑμῖν τὰ ποιεύμενα ἕξει καλῶς, ἢν ἀπέλησθε ἡμέας;
如果我们被你们夺走了他,你们的做法又怎能落得好下场?
ἐπὶ τίνα δὲ τῆσδε προτέρην στρατευσόμεθα πόλιν;
在攻打这所城市之前,我们会先去征讨哪座城市?
τίνα δὲ προτέρην ἀνδραποδίζεσθαι περιησόμεθα;
我们又会首先企图将哪座城市降为奴隶?
§3.137.4ταῦτα λέγοντες τοὺς Κροτωνιήτας οὔκων ἔπειθον, ἀλλʼ ἐξαιρεθέντες τε τὸν Δημοκήδεα καὶ τὸν γαῦλον τὸν ἅμα ἤγοντο ἀπαιρεθέντες ἀπέπλεον ὀπίσω ἐς τὴν Ἀσίην, οὐδʼ ἔτι ἐζήτησαν τὸ προσωτέρω τῆς Ἑλλάδος ἀπικόμενοι ἐκμαθεῖν, ἐστερημένοι τοῦ ἡγεμόνος.
” 尽管他们说了这些,但绝未能说服克罗托内人。 相反,他们被夺回了德莫凯德斯,连同他们一起带来的商船也被夺走,于是他们启航返回亚洲,并且由于失去了向导,他们不再试图深入希腊去进行考察。
§3.137.5τοσόνδε μέντοι ἐνετείλατό σφι Δημοκήδης ἀναγομένοισι, κελεύων εἰπεῖν σφεας Δαρείῳ ὅτι ἅρμοσται τὴν Μίλωνος θυγατέρα Δημοκήδης γυναῖκα.
然而,德莫凯德斯在他们起航时对他们作了这样的嘱托,让他们转告大流士,德莫凯德斯已经订婚娶摔跤手米隆的女儿为妻。
τοῦ γὰρ δὴ παλαιστέω Μίλωνος ἦν οὔνομα πολλὸν παρὰ βασιλέι·
因为摔跤手米隆的名字在国王那里确实名声显赫。
κατὰ δὲ τοῦτό μοι δοκέει σπεῦσαι τὸν γάμον τοῦτον τελέσας χρήματα μεγάλα Δημοκήδης, ἵνα φανῇ πρὸς Δαρείου ἐὼν καὶ ἐν τῇ ἑωυτοῦ δόκιμος.
在我看来,德莫凯德斯不惜花大笔钱财来促成并急于办完这桩婚事,正是为了这个原因,好让他在大流士看来,在自己的家乡也是个享有声望的人。