§3.136.1καταβάντες δὲ οὗτοι ἐς Φοινίκην καὶ Φοινίκης ἐς Σιδῶνα πόλιν αὐτίκα μὲν τριήρεας δύο ἐπλήρωσαν, ἅμα δὲ αὐτῇσι καὶ γαῦλον μέγαν παντοίων ἀγαθῶν·
这些人下到腓尼基,并来到腓尼基的西顿城。 他们立即装备了两艘三段铎船,同时也配备了一艘装满各种好东西的大型商船。
παρεσκευασμένοι δὲ πάντα ἔπλεον ἐς τὴν Ἑλλάδα, προσίσχοντες δὲ αὐτῆς τὰ παραθαλάσσια ἐθηεῦντο καὶ ἀπεγράφοντο, ἐς ὃ τὰ πολλὰ αὐτῆς καὶ ὀνομαστὰ θεησάμενοι ἀπίκοντο τῆς Ἰταλίης ἐς Τάραντα.
他们做好了一切准备,便向希腊航行,每当在沿海地区靠岸时,他们便进行视察并记录下来。 直到视察完希腊的大部分及著名的地方后,他们来到了意大利的塔兰托。
§3.136.2ἐνθαῦτα δὲ ἐκ ῥηστώνης τῆς Δημοκήδεος Ἀριστοφιλίδης τῶν Ταραντίνων ὁ βασιλεὺς τοῦτο μὲν τὰ πηδάλια παρέλυσε τῶν Μηδικέων νεῶν, τοῦτο δὲ αὐτοὺς τοὺς Πέρσας εἶρξε ὡς κατασκόπους δῆθεν ἐόντας.
在那里,为了给德莫凯德斯行方便,塔兰托人的国王阿利斯托菲里德斯一方面拆卸了美底亚船只的舵,另一方面把波斯人自己监禁起来,借口说他们是间谍。
ἐν ᾧ δὲ οὗτοι ταῦτα ἔπασχον, ὁ Δημοκήδης ἐς τὴν Κρότωνα ἀπικνέεται·
当这些人遭受这些待遇时,德莫凯德斯抵达了克罗托内。
ἀπιγμένου δὲ ἤδη τούτου ἐς τὴν ἑωυτοῦ ὁ Ἀριστοφιλίδης ἔλυσε τοὺς Πέρσας, καὶ τὰ παρέλαβε τῶν νεῶν ἀπέδωκέ σφι.
当他已经到达自己的家乡后,阿利斯托菲里德斯释放了波斯人,并将从船上拿走的东西归还给他们。