Humanitext Reader

希罗多德 · 历史 §3.135.1-3.135.3

达雷奥斯派遣德莫凯德斯与波斯间谍前往希腊

第 539 段,共 1577 段 · 希腊语

内容简介

达雷奥斯命令十五名波斯人随同德莫凯德斯侦察希腊,并通过提供礼物和商船催促德莫凯德斯返回。德莫凯德斯虽然对达雷奥斯的意图保持警惕,但还是接受了礼物并启程。

§3.135.1ταῦτα εἶπε καὶ ἅμα ἔπος τε καὶ ἔργον ἐποίεε.
他说完这些话,便立即付诸行动。
ἐπείτε γὰρ τάχιστα ἡμέρη ἐπέλαμψε, καλέσας Περσέων ἄνδρας δοκίμους πεντεκαίδεκα ἐνετέλλετό σφι ἑπομένους Δημοκήδεϊ διεξελθεῖν τὰ παραθαλάσσια τῆς Ἑλλάδος, ὅκως τε μὴ διαδρήσεται σφέας ὁ Δημοκήδης, ἀλλά μιν πάντως ὀπίσω ἀπάξουσι.
因为黎明一拂晓,他便召集了十五名波斯显贵,命令他们随同德莫凯德斯一起巡视希腊的沿海地区,且务必不要让德莫凯德斯从他们那里逃脱,而要不惜一切代价将他带回来。
§3.135.2ἐντειλάμενος δὲ τούτοισι ταῦτα, δεύτερα καλέσας αὐτὸν Δημοκήδεα ἐδέετο αὐτοῦ ὅκως ἐξηγησάμενος πᾶσαν καὶ ἐπιδέξας τὴν Ἑλλάδα τοῖσι Πέρσῃσι ὀπίσω ἥξει·
向这些人下达了这些指示后,他接着召见了德莫凯德斯本人,恳求他向波斯人指引并展示整个希腊,然后返回。
δῶρα δέ μιν τῷ πατρὶ καὶ τοῖσι ἀδελφεοῖσι ἐκέλευε πάντα τὰ ἐκείνου ἔπιπλα λαβόντα ἄγειν, φὰς ἄλλα οἱ πολλαπλήσια ἀντιδώσειν·
他还命令德莫凯德斯带上他所有的家当,作为送给父亲和兄弟们的礼物,并说自己将以数倍于此的其他财物回报他。
πρὸς δὲ ἐς τὰ δῶρα ὁλκάδα οἱ ἔφη συμβαλέεσθαι πλήσας ἀγαθῶν παντοίων, τὴν ἅμα οἱ πλεύσεσθαι.
此外,他还表示,作为礼物的补充,他将提供一艘装满各种好东西的商船,与他一同航行。
§3.135.3Δαρεῖος μὲν δή, δοκέειν ἐμοί, ἀπʼ οὐδενὸς δολεροῦ νόου ἐπαγγέλλετό οἱ ταῦτα.
在我看来,达雷奥斯向他提出这些提议,绝非出于任何欺诈之心。
Δημοκήδης δὲ δείσας μή εὑ ἐκπειρῷτο Δαρεῖος, οὔτι ἐπιδραμὼν πάντα τὰ διδόμενα ἐδέκετο, ἀλλὰ τὰ μὲν ἑωυτοῦ κατὰ χώρην ἔφη καταλείψειν, ἵνα ὀπίσω σφέα ἀπελθὼν ἔχοι, τὴν μέντοι ὁλκάδα, τήν οἱ Δαρεῖος ἐπαγγέλλετο ἐς τὴν δωρεὴν τοῖσι ἀδελφεοῖσι, δέκεσθαι ἔφη.
但是德莫凯德斯担心达雷奥斯是在试探他,因此并未急于接受所有赐予他的东西,而是说要把自己的财产留在原处,以便回来时仍能拥有它们;不过,对于达雷奥斯提议送给他兄弟作为礼物的那艘商船,他说他愿意接受。
ἐντειλάμενος δὲ καὶ τούτῳ ταὐτὰ ὁ Δαρεῖος ἀποστέλλει αὐτοὺς ἐπὶ θάλασσαν.
达雷奥斯也向他交代了同样的指示后,便送他们前往海边。

词汇与语法注释

  1. 3.135.1ἅμα ἔπος τε καὶ ἔργον ἐποίεε — 意为“言出即行”的希腊语惯用表达。ἅμα 与 τε... καί 的结合强调了言语(ἔπος)与行动(ἔ格(ἔργον)是同时发生的。
  2. 3.135.1ὅκως τε μὴ διαδρήσεται σφέας ὁ Δημοκήδης, ἀλλά μιν πάντως ὀπίσω ἀπάξουσι — 接续词 ὅκως(雅典方言的 ὅπως)在此连同将来时直说语气(διαδρήσεται, ἀπάξουσι)一起使用,引导表示命令或强烈关注(“设法使……”)的名词从句。使用将来时直说语气而非虚拟语气,增添了结果必须切实实现的强烈语气。
  3. 3.135.2δῶρα δέ μιν τῷ πατρὶ καὶ τοῖσι ἀδελφεοῖσι ἐκέλευε πάντα τὰ ἐκείνου ἔπιπλα λαβόντα ἄγειν — μιν(单数第三人称宾格)是不定式 ἄγειν 的逻辑主语。δῶρα(中性复数宾格)是其直接宾语 πάντα τὰ ἐκείνου ἔπιπλα(他所有的家当)的谓语性宾格,译为“作为礼物”。
  4. 3.135.2τὴν ἅμα οἱ πλεύσεσθαι — 冠词的单数阴性宾格形式 τὴν 在此用作关系代词,指代前句中的“商船(ὁλκάδα)”。将来时不定式 πλεύσεσθαι 处于由主句动词 ἔφη(他说)所支配的间接引语中。
  5. 3.135.3δοκέειν ἐμοί — 不定式 δοκέειν 独立使用,构成绝对不定式用法,形成一个插入语,意为“在我看来”或“依我所见”。
  6. 3.135.3δείσας μή εὑ ἐκπειρῷτο Δαρεῖος — 在表示担忧的连词 μή 之后,受历史时态影响而使用了祈愿语气(ἐκπειρῷτο)。代词 εὑ(赫罗多德作品中的单数第三人称属格)是间接反身代词,指代主句的主语(德莫凯德斯)。

引用这一段

希罗多德, 历史 §3.135.1-3.135.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.135.1-3.135.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。