Humanitext Reader

希罗多德 · 历史 §3.134.1-3.134.6

阿托莎劝征希腊与达雷奥斯派遣侦察兵

第 538 段,共 1577 段 · 希腊语

内容简介

受到德莫凯德斯唆使的阿托莎劝说达雷奥斯王推迟对斯基泰人的远征,转而进攻希腊,并极力推荐德莫凯德斯作为向导。达雷奥斯同意首先派遣波斯侦察兵与德莫凯德斯一同前往希腊探测虚实。

§3.134.1ὡς δὲ ἄρα μιν μετὰ ταῦτα ἰώμενος ὑγιέα ἀπέδεξε, ἐνθαῦτα δὴ διδαχθεῖσα ὑπὸ τοῦ Δημοκήδεος ἡ Ἄτοσσα προσέφερε ἐν τῇ κοίτῃ Δαρείῳ λόγον τοιόνδε. ὦ βασιλεῦ, ἔχων δύναμιν τοσαύτην κάτησαι, οὔτε τι ἔθνος προσκτώμενος οὔτε δύναμιν Πέρσῃσι.
因此,在这之后,当他把她治愈并使她康复时,阿托莎受到德莫凯德斯的唆使,在床榻上对达雷奥斯说了这样的话: “大王,您拥有如此巨大的权力,却只是坐视不理,既没有征服任何新的民族,也没有为波斯人增加任何势力。
§3.134.2οἰκὸς δὲ ἐστὶ ἄνδρα καὶ νέον καὶ χρημάτων μεγάλων δεσπότην φαίνεσθαί τι ἀποδεικνύμενον, ἵνα καὶ Πέρσαι ἐκμάθωσι ὅτι ὑπʼ ἀνδρὸς ἄρχονται.
对于一个既年轻又拥有巨额财富的男人来说,显露并展示出某种成就才是合宜的,这样波斯人也能确知自己是在一个真正的男人统治之下。
ἐπʼ ἀμφότερα δέ τοι συμφέρει ταῦτα ποιέειν, καὶ ἵνα σφέων Πέρσαι ἐπίστωνται ἄνδρα εἶναι τὸν προεστεῶτα, καὶ ἵνα τρίβωνται πολέμῳ μηδὲ σχολὴν ἄγοντες ἐπιβουλεύωσί τοι.
这样做对您有两方面的益处:一是让波斯人知道领导他们的是个男子汉,二是让他们在战争中耗尽精力,免得因为闲暇而对您图谋不轨。
§3.134.3νῦν γὰρ ἄν τι καὶ ἀποδέξαιο ἔργον, ἕως νέος εἶς ἡλικίην· αὐξομένῳ γὰρ τῷ σώματι συναύξονται καὶ αἱ φρένες, γηράσκοντι δὲ συγγηράσκουσι καὶ ἐς τὰ πρήγματα πάντα ἀπαμβλύνονται.
因为现在,趁着您年纪尚轻,您还能立下某种功业;因为随着身体的成长,心智也随之成长,而随着身体的衰老,心智也随之衰老,在所有事务上都会变得迟钝。
§3.134.4ἣ μὲν δὴ ταῦτα ἐκ διδαχῆς ἔλεγε, ὃ δʼ ἀμείβετο τοῖσιδε. ὦ γύναι, πάντα ὅσα περ αὐτὸς ἐπινοέω ποιήσειν εἴρηκας· ἐγὼ γὰρ βεβούλευμαι ζεύξας γέφυραν ἐκ τῆσδε τῆς ἠπείρου ἐς τὴν ἑτέρην ἤπειρον ἐπὶ Σκύθας στρατεύεσθαι· καὶ ταῦτα ὀλίγου χρόνου ἔσται τελεύμενα.
” 她按照所受的唆使说了这番话,而他则用以下的话回答: “妻子啊,你所说的一切正是得我心意、我自己也打算做的事;因为我已经决定,要从这片大陆架设桥梁通往另一片大陆,向斯基泰人发动远征,这些事情在不久的将来就会实现。
λέγει Ἄτοσσα τάδε. §3.134.5ὅρα νυν, ἐπὶ Σκύθας μὲν τὴν πρώτην ἰέναι ἔασον· οὗτοι γάρ, ἐπεὰν σὺ βούλῃ, ἔσονταί τοι·
” 阿托莎接着说道: “那么请听我说,去征讨斯基泰人的事暂且放一放吧;因为只要您愿意,他们迟早会归顺您。
σὺ δέ μοι ἐπὶ τὴν Ἑλλάδα στρατεύεσθαι.
请您为我出征希腊吧。
ἐπιθυμέω γὰρ λόγῳ πυνθανομένη Λακαίνας τέ μοι γενέσθαι θεραπαίνας καὶ Ἀργείας καὶ Ἀττικὰς καὶ Κορινθίας.
因为我听说了她们的名声,极想让斯巴达、阿耳戈斯、雅典以及科林斯的女子成为我的女仆。
ἔχεις δὲ ἄνδρα ἐπιτηδεότατον ἀνδρῶν πάντων δέξαι τε ἕκαστα τῆς Ἑλλάδος καὶ κατηγήσασθαι, τοῦτον ὅς σευ τὸν πόδα ἐξιήσατο.
而且,您手下有最合适的人选,能向您指示希腊的各个地方并为您引路,就是那个治好您脚伤的人。
§3.134.6ἀμείβεται Δαρεῖος ὦ γύναι, ἐπεὶ τοίνυν τοι δοκέει τῆς Ἑλλάδος ἡμέας πρῶτα ἀποπειρᾶσθαι, κατασκόπους μοι δοκέει Περσέων πρῶτον ἄμεινον εἶναι ὁμοῦ τούτῳ τῷ σὺ λέγεις πέμψαι ἐς αὐτούς, οἳ μαθόντες καὶ ἰδόντες ἐξαγγελέουσι ἕκαστα αὐτῶν ἡμῖν·
” 达雷奥斯回答说: “妻子啊,既然你认为我们应该首先去试探希腊,那么我认为最好先派遣波斯的侦察兵,和你提到的那个人一起到他们那里去,让他们了解并目睹一切后,向我们汇报那里的种种情况;然后,在完全知晓内情的情况下,我再对他们发动进攻。
καὶ ἔπειτα ἐξεπιστάμενος ἐπʼ αὐτοὺς τρέψομαι.

词汇与语法注释

  1. 3.134.2φαίνεσθαί τι ἀποδεικνύμενον — 动词 φαίνεσθαι(显露、显得)与现在中动分词 ἀποδεικνύμενον(展示、成就)连用,表示客观事实,即“显而易见地展示出某种成就”。这需要与 φαίνεσθαι 接不定式(意为“看似如何,而实际上可能并非如此”)的用法相区分。分词的主语是其前不定式从句中的宾格主语 ἄνδρα ... δεσπότην。
  2. 3.134.3ἄν τι καὶ ἀποδέξαιο ἔργον — 语气词 ἄν 与第一不定过去时中动希求式 ἀποδέξαιο 连用,表示潜在可能性(“您或许能够建立功业”)。这符合阿托莎温柔而委婉地劝说年轻的达雷奥斯,在此时建立一番伟业是完全可行的语境。
  3. 3.134.3ἡλικίην — 名词 ἡλικία(年龄)的单数宾格形式。此处作为“关系宾格”(或称限制宾格)修饰形容词 νέος(年轻的),表示“在年龄方面(年轻)”。
  4. 3.134.5σὺ δέ μοι ἐπὶ τὴν Ἑλλάδα στρατεύεσθαι — 此处不定式 στρατεύεσθαι 在没有主句限定动词的情况下,用作“命令性不定式”(表示命令或强烈请求)。与格代词 μοι 作为“伦理与格”(或称利害与格),表达了说话者强烈的个人关切或恳求(“请您为了我”或“务请”)。
  5. 3.134.5δέξαι — 这是 Ionic 方言中第一不定过去时主动不定式,相当于 Attic 方言中的 δεῖξαι(源自 δείκνυμι,意为“指示、展示”)。此处作为目的或限制性不定式,修饰前面的最高级形容词 ἐπιτηδεότατον(最适合展示的)。

引用这一段

希罗多德, 历史 §3.134.1-3.134.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.134.1-3.134.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。