Humanitext Reader

希罗多德 · 历史 §3.128.1-3.128.5

巴盖乌斯的计谋与奥罗伊特斯被杀

第 532 段,共 1577 段 · 希腊语

内容简介

三十名波斯人自告奋勇接受任务,最终通过抽签选出巴盖乌斯。巴盖乌斯携带着盖有大流士印章的密信前往萨尔迪斯,通过逐步宣读信件测试并瓦解了护卫们的忠诚,最终成功借护卫之手处死了奥罗伊特斯。

§3.128.1Δαρεῖος μὲν ταῦτα ἐπειρώτα, τῷ δὲ ἄνδρες τριήκοντα ὑπέστησαν, αὐτὸς ἕκαστος ἐθέλων ποιέειν ταῦτα.
大流士作此询问,有三十个人向他自告奋勇,每个人都希望自己来执行这项任务。
ἐρίζοντας δὲ Δαρεῖος κατελάμβανε κελεύων πάλλεσθαι· παλλομένων δὲ λαγχάνει ἐκ πάντων Βαγαῖος ὁ Ἀρτόντεω·
由于他们相互争执,大流士便命令他们抽签以平息争端;在抽签时,阿尔同特斯之子巴盖乌斯从所有人中中签。
§3.128.2λαχὼν δὲ ὁ Βαγαῖος ποιέει τάδε· βυβλία γραψάμενος πολλὰ καὶ περὶ πολλῶν ἔχοντα πρηγμάτων σφρηγῖδά σφι ἐπέβαλε τὴν Δαρείου, μετὰ δὲ ἤιε ἔχων ταῦτα ἐς τὰς Σάρδις.
中签的巴盖乌斯采取了如下行动:他写了许多涉及各种不同事务的信件,并在上面盖了大流士的印章,随后便带着这些信件前往萨尔迪斯。
§3.128.3ἀπικόμενος δὲ καὶ Ὀροίτεω ἐς ὄψιν ἐλθών, τῶν βυβλίων ἓν ἕκαστον περιαιρεόμενος ἐδίδου τῷ γραμματιστῇ τῷ βασιληίῳ ἐπιλέγεσθαι· γραμματιστὰς δὲ βασιληίους οἱ πάντες ὕπαρχοι ἔχουσι·
他抵达并来到奥罗伊特斯面前,逐一拆开信件,交给王室书记官去宣读;因为所有的总督都配有王室书记官。
ἀποπειρώμενος δὲ τῶν δορυφόρων ἐδίδου τὰ βυβλία ὁ Βαγαῖος, εἰ ἐνδεξαίατο ἀπόστασιν ἀπὸ Ὀροίτεω.
巴盖乌斯递交这些信件,是为了测试那些贴身护卫,看他们是否会接受背叛奥罗伊特斯。
§3.128.4ὁρέων δὲ σφέας τά τε βυβλία σεβομένους μεγάλως καὶ τὰ λεγόμενα ἐκ τῶν βυβλίων ἔτι μεζόνως, διδοῖ ἄλλο ἐν τῷ ἐνῆν ἔπεα τάδε· ὦ Πέρσαι, βασιλεὺς Δαρεῖος ἀπαγορεύει ὑμῖν μὴ δορυφορέειν Ὀροίτεα.
看到他们极其敬重这些信件,并且更加敬重信中所读出的内容,巴盖乌斯便递上另一封信,其中写有以下字句: “波斯人啊,大流士国王禁止你们为奥罗伊特斯当护卫。
οἳ δὲ ἀκούσαντες τούτων μετῆκάν οἱ τὰς αἰχμάς.
” 他们听了这话,便为他放下手中的长枪。
§3.128.5ἰδὼν δὲ τοῦτο σφέας ὁ Βαγαῖος πειθομένους τῷ βυβλίῳ, ἐνθαῦτα δὴ θαρσήσας τὸ τελευταῖον τῶν βυβλίων διδοῖ τῷ γραμματιστῇ, ἐν τῷ ἐγέγραπτο βασιλεὺς Δαρεῖος Πέρσῃσι τοῖσι ἐν Σάρδισι ἐντέλλεται κτείνειν Ὀροίτεα.
巴盖乌斯见他们服从了这封信,终于放胆将最后一封信交给书记官,信中写道: “大流士国王命令在萨尔迪斯的波斯人杀死奥罗伊特斯。
οἱ δὲ δορυφόροι ὡς ἤκουσαν ταῦτα, σπασάμενοι τοὺς ἀκινάκας κτείνουσι παραυτίκα μιν, οὕτω δὴ Ὀροίτεα τὸν Πέρσην Πολυκράτεος τοῦ Σαμίου τίσιες μετῆλθον.
” 护卫们一听到这话,便拔出短剑,当场将他杀死。 就这样,对萨摩斯人波留克拉特斯的复仇,终于降临到波斯人奥罗伊特斯身上。

词汇与语法注释

  1. 3.128.1ἐρίζοντας δὲ Δαρεῖος κατελάμβανε — 未完成过去时动词 `κατελάμβανε`(制止、平息)表示制止正在进行或反复发生的动作(此处指三十人争相要求执行任务的状态)。现在分词 `ἐρίζοντας` 用作宾语,表示“正在争执中的他们”。
  2. 3.128.3εἰ ἐνδεξαίατο ἀπόστασιν — 连词 `εἰ` 引导一个依附于主句历史时态(此处为未完成过去时 `ἐδίδου`)的间接疑问句,意为“是否”。动词 `ενδεξαίατο` 是爱奥尼亚方言的第三人称复数希求语气中动态(相当于雅典方言的 `ἐνδέξαιντο`),属于历史时态后的斜格希求语气(optative of indirect discourse)。
  3. 3.128.4ἀπαγορεύει ὑμῖν μὴ δορυφορέειν — 在希腊语语法中,表示阻碍或禁止的动词(此处为 `ἀπαγορεύω`)其后的不定式常常带有一个冗余的否定词 `μή`。在翻译时,不应将其理解为双重否定(即“禁止你们不当护卫”),而应直接译为单一的禁止(即“禁止你们当护卫”)。
  4. 3.128.5Πολυκράτεος τοῦ Σαμίου τίσιες — 主语 `τίσιες` 是 `τίσις`(复仇、惩罚)的复数形式,`Πολυκράτεος τοῦ Σαμίου` 为其宾格性属格。使用复数形式可能暗示复仇的多重性、执拗性,或是对拟人化的复仇女神们的隐喻。动词 `μετῆλθον` 意为“追上、降临于”。

引用这一段

希罗多德, 历史 §3.128.1-3.128.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.128.1-3.128.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。