Humanitext Reader

希罗多德 · 历史 §3.125.1-3.125.4

波吕克拉特斯的惨死与梦兆的应验

第 529 段,共 1577 段 · 希腊语

内容简介

波吕克拉特斯不顾劝告前往奥罗伊特斯处,却在马格内西亚惨遭杀害并被钉上十字架。由此,他女儿梦中见到的不祥预言完全得到了应验。

§3.125.1Πολυκράτης δὲ πάσης συμβουλίης ἀλογήσας ἔπλεε παρὰ τὸν Ὀροίτεα, ἅμα ἀγόμενος ἄλλους τε πολλοὺς τῶν ἑταίρων, ἐν δὲ δὴ καὶ Δημοκήδεα τὸν Καλλιφῶντος Κροτωνιήτην ἄνδρα, ἰητρόν τε ἐόντα καὶ τὴν τέχνην ἀσκέοντα ἄριστα τῶν κατʼ ἑωυτόν.
波吕克拉特斯置一切劝告于不顾,乘船前往奥罗伊特斯处,随同他一起去的还有他的许多同伴,其中特别包括卡利丰之子、克罗托那人德摩凯德斯,他是一位医生,在其同代人中医术最为精湛。
§3.125.2ἀπικόμενος δὲ ἐς τὴν Μαγνησίην ὁ Πολυκράτης διεφθάρη κακῶς, οὔτε ἑωυτοῦ ἀξίως οὔτε τῶν ἑωυτοῦ φρονημάτων·
波吕克拉特斯到达马格内西亚后,极其悲惨地死去,这既不配他的身份,也配不上他的宏图大志。
ὅτι γὰρ μὴ οἱ Συρηκοσίων γενόμενοι τύραννοι οὐδὲ εἷς τῶν ἄλλων Ἑλληνικῶν τυράννων ἄξιος ἐστὶ Πολυκράτεϊ μεγαλοπρεπείην συμβληθῆναι.
因为除了那些成为叙拉古僭主的人之外,其他希腊僭主中没有一个人的显赫能与波吕克拉特斯相比。
§3.125.3ἀποκτείνας δέ μιν οὐκ ἀξίως ἀπηγήσιος Ὀροίτης ἀνεσταύρωσε· τῶν δέ οἱ ἑπομένων ὅσοι μὲν ἦσαν Σάμιοι, ἀπῆκε, κελεύων σφέας ἑωυτῷ χάριν εἰδέναι ἐόντας ἐλευθέρους, ὅσοι δὲ ἦσαν ξεῖνοί τε καὶ δοῦλοι τῶν ἑπομένων, ἐν ἀνδραπόδων λόγῳ ποιεύμενος εἶχε.
奥罗伊特斯用一种不堪言状的方式杀害了他,并将其钉在十字架上;在波吕克拉特斯的随列表中,凡是萨摩斯人,他都予以释放,并要他们因获得自由而对他感恩戴德;而随从之中凡是外邦人和奴隶,他都当作奴隶扣留了下来。
§3.125.4Πολυκράτης δὲ ἀνακρεμάμενος ἐπετέλεε πᾶσαν τὴν ὄψιν τῆς θυγατρός· ἐλοῦτο μὲν γὰρ ὑπὸ τοῦ Διὸς ὅκως ὕοι, ἐχρίετο δὲ ὑπὸ τοῦ ἡλίου, ἀνιεὶς αὐτὸς ἐκ τοῦ σώματος ἰκμάδα.
悬挂在空中的波吕克拉特斯完全应验了他女儿的梦兆:每当降雨时,他就被宙斯沐浴;而由于他自己从身体中排出水分,他就被太阳涂抹了油脂。

词汇与语法注释

  1. §3.125.2ὅτι γὰρ μὴ — 短语 ὅτι μὴ(中间插入了小词 γάρ)是一个惯用表达,意为“除了……之外(except)”。
  2. §3.125.3οὐκ ἀξίως ἀπηγήσιος — 意为“以不配叙述的方式”,表示他被杀害的方式极其残忍或难以启齿,无法详细描述。
  3. §3.125.4ἀνιεὶς αὐτὸς ἐκ τοῦ σώματος ἰκμάδα — 分词短语,意为“他自己从身体中排出水分(汗液或油脂)”。这被解释为对应他女儿梦中“被太阳涂抹油脂(χρίεσθαι δὲ ὑπὸ τοῦ ἡλίου)”的现实图景(即尸体在烈日下暴晒渗出油汗)。

引用这一段

希罗多德, 历史 §3.125.1-3.125.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.125.1-3.125.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。