§3.125.1Πολυκράτης δὲ πάσης συμβουλίης ἀλογήσας ἔπλεε παρὰ τὸν Ὀροίτεα, ἅμα ἀγόμενος ἄλλους τε πολλοὺς τῶν ἑταίρων, ἐν δὲ δὴ καὶ Δημοκήδεα τὸν Καλλιφῶντος Κροτωνιήτην ἄνδρα, ἰητρόν τε ἐόντα καὶ τὴν τέχνην ἀσκέοντα ἄριστα τῶν κατʼ ἑωυτόν.
Polycrates, disregarding all advice, sailed to Oroetes, bringing along with him many of his companions, and among them in particular Democedes, the son of Calliphon, a man of Croton, who was a physician and practiced his art best of his contemporaries.
§3.125.2ἀπικόμενος δὲ ἐς τὴν Μαγνησίην ὁ Πολυκράτης διεφθάρη κακῶς, οὔτε ἑωυτοῦ ἀξίως οὔτε τῶν ἑωυτοῦ φρονημάτων· ὅτι γὰρ μὴ οἱ Συρηκοσίων γενόμενοι τύραννοι οὐδὲ εἷς τῶν ἄλλων Ἑλληνικῶν τυράννων ἄξιος ἐστὶ Πολυκράτεϊ μεγαλοπρεπείην συμβληθῆναι.
Having arrived at Magnesia, Polycrates perished miserably, in a manner worthy neither of himself nor of his high ambitions; for, except for those who became tyrants of Syracuse, not a single one of the other Greek tyrants is worthy to be compared with Polycrates in magnificence.
§3.125.3ἀποκτείνας δέ μιν οὐκ ἀξίως ἀπηγήσιος Ὀροίτης ἀνεσταύρωσε· τῶν δέ οἱ ἑπομένων ὅσοι μὲν ἦσαν Σάμιοι, ἀπῆκε, κελεύων σφέας ἑωυτῷ χάριν εἰδέναι ἐόντας ἐλευθέρους, ὅσοι δὲ ἦσαν ξεῖνοί τε καὶ δοῦλοι τῶν ἑπομένων, ἐν ἀνδραπόδων λόγῳ ποιεύμενος εἶχε.
And Oroetes, having killed him in a manner unfit to be described, impaled him; as for those of his followers who were Samians, he released them, bidding them to be grateful to him since they were now free, but whoever of his followers were foreigners or slaves, he kept, treating them as slaves.
§3.125.4Πολυκράτης δὲ ἀνακρεμάμενος ἐπετέλεε πᾶσαν τὴν ὄψιν τῆς θυγατρός· ἐλοῦτο μὲν γὰρ ὑπὸ τοῦ Διὸς ὅκως ὕοι, ἐχρίετο δὲ ὑπὸ τοῦ ἡλίου, ἀνιεὶς αὐτὸς ἐκ τοῦ σώματος ἰκμάδα.
Thus Polycrates, hanging aloft, fulfilled the entire vision of his daughter; for he was washed by Zeus whenever it rained, and he was anointed by the sun, himself exuding moisture from his body.