§3.124.1ὁ δὲ πολλὰ μὲν τῶν μαντίων ἀπαγορευόντων πολλὰ δὲ τῶν φίλων ἐστέλλετο αὐτόσε, πρὸς δὲ καὶ ἰδούσης τῆς θυγατρὸς ὄψιν ἐνυπνίου τοιήνδε· ἐδόκεε οἷ τὸν πατέρα ἐν τῷ ἠέρι μετέωρον ἐόντα λοῦσθαι μὲν ὑπὸ τοῦ Διός, χρίεσθαι δὲ ὑπὸ τοῦ ἡλίου.
然而,尽管占卜者们多次阻拦,朋友们也多次劝阻,波吕克拉特斯还是准备动身前往该地;而且,甚至在他的女儿见到了如下的梦兆之后,他依然坚持成行:在女儿的梦中,她的父亲悬在半空中,被宙斯沐浴,又被太阳涂抹油脂。
§3.124.2ταύτην ἰδοῦσα τὴν ὄψιν παντοίη ἐγίνετο μὴ ἀποδημῆσαι τὸν Πολυκράτεα παρὰ τὸν Ὀροίτεα, καὶ δὴ καὶ ἰόντος αὐτοῦ ἐπὶ τὴν πεντηκόντερον ἐπεφημίζετο.
女儿见到这个梦兆后,想方设法阻止波吕克拉特斯前往奥罗伊特斯那里,甚至在他走向五十桨战船时,还向他发出不祥的预言。
ὁ δέ οἱ ἠπείλησε, ἢν σῶς ἀπονοστήσῃ, πολλόν μιν χρόνον παρθενεύεσθαι.
然而,波吕克拉特斯威胁她道,如果他安全归来,就要让她守贞很长一段时间。
ἣ δὲ ἠρήσατο ἐπιτελέα ταῦτα γενέσθαι· βούλεσθαι γὰρ παρθενεύεσθαι πλέω χρόνον ἢ τοῦ πατρὸς ἐστερῆσθαι.
而她则祈求这件事情得以实现,因为她说,自己宁愿长期守贞,也不愿失去父亲。