§3.107.1πρὸς δʼ αὖ μεσαμβρίης ἐσχάτη Ἀραβίη τῶν οἰκεομενέων χωρέων ἐστί, ἐν δὲ ταύτῃ λιβανωτός τε ἐστὶ μούνῃ χωρέων πασέων φυόμενος καὶ σμύρνη καὶ κασίη καὶ κινάμωμον καὶ λήδανον.
另一方面,在南方,阿拉伯是人居世界中最边缘的国家;在所有的国家中,只有在这个地方生长着乳香,此外还有没药、桂皮、肉桂和劳丹脂。
ταῦτα πάντα πλὴν τῆς σμύρνης δυσπετέως κτῶνται οἱ Ἀράβιοι.
除了没药之外,阿拉伯人获取所有这些东西都十分困难。
§3.107.2τὸν μέν γε λιβανωτὸν συλλέγουσι τὴν στύρακα θυμιῶντες, τὴν ἐς Ἕλληνας Φοίνικες ἐξάγουσι· ταύτην θυμιῶντες λαμβάνουσι·
也就是说,他们通过燃烧苏合香来采集乳香,这种苏合香是腓尼基人出口给希腊人的;他们正是通过燃烧这种东西来获取乳香的。
τὰ γὰρ δένδρεα ταῦτα τὰ λιβανωτοφόρα ὄφιες ὑπόπτεροι, μικροὶ τὰ μεγάθεα, ποικίλοι τὰ εἴδεα, φυλάσσουσι πλήθεϊ πολλοὶ περὶ δένδρον ἕκαστον, οὗτοι οἵ περ ἐπʼ Αἴγυπτον ἐπιστρατεύονται, οὐδενὶ δὲ ἄλλῳ ἀπελαύνονται ἀπὸ τῶν δενδρέων ἢ τῆς στύρακος τῷ καπνῷ.
因为,这些生长着乳香的树木,被体型微小、花纹斑驳的有翼之蛇看守着,每棵树周围都聚集着很多,它们就是那些向埃及进犯的蛇;除了苏合香的烟雾之外,它们不会被任何其他东西从树上驱走。