§3.104.1οἱ δὲ δὴ Ἰνδοὶ τρόπῳ τοιούτῳ καὶ ζεύξι τοιαύτῃ χρεώμενοι ἐλαύνουσι ἐπὶ τὸν χρυσὸν λελογισμένως ὅκως καυμάτων τῶν θερμοτάτων ἐόντων ἔσονται ἐν τῇ ἁρπαγῇ· ὑπὸ γὰρ τοῦ καύματος οἱ μύρμηκες ἀφανέες γίνονται ὑπὸ γῆν.
印度人便使用这样的方法和这样的套车方式,精心计算好时间,以便在天气最热的时候正在进行抢夺;因为由于炎热,那些巨蚁都会躲入地下。
§3.104.2θερμότατος δὲ ἐστὶ ὁ ἥλιος τούτοισι τοῖσι ἀνθρώποισι τὸ ἑωθινόν, οὐ κατά περ τοῖσι ἄλλοισι μεσαμβρίης, ἀλλʼ ὑπερτείλας μέχρι οὗ ἀγορῆς διαλύσιος.
对这些人来说,太阳最热的时候是在清晨,而不是像其他人那样在正午,而是从太阳升起直到集市散去的时候。
τοῦτον δὲ τὸν χρόνον καίει πολλῷ μᾶλλον ἢ τῇ μεσαμβρίῃ τὴν Ἑλλάδα, οὕτω ὥστʼ ἐν ὕδατι λόγος αὐτούς ἐστι βρέχεσθαι τηνικαῦτα.
在这段时间里,太阳的炙烤远比希腊的正午还要剧烈,以至于有传言说,他们那时必须泡在水里。
§3.104.3μεσοῦσα δὲ ἡ ἡμέρη σχεδὸν παραπλησίως καίει τούς τε ἄλλους ἀνθρώπους καὶ τοὺς Ἰνδούς.
当到了中午,白天的炎热对其他人盒印度人来说几乎是相同的。
ἀποκλινομένης δὲ τῆς μεσαμβρίης γίνεταί σφι ὁ ἥλιος κατά περ τοῖσι ἄλλοισι ὁ ἑωθινός, καὶ τὸ ἀπὸ τούτου ἀπιὼν ἐπὶ μᾶλλον ψύχει, ἐς ὃ ἐπὶ δυσμῇσι ἐὼν καὶ τὸ κάρτα ψύχει.
但随着正午过后太阳偏斜,对他们来说,太阳就像其他人眼中的朝阳一样,从此随着太阳渐行渐远,天气变得更加寒冷,直到落山时,天气变得极其寒冷。