§3.105.1ἐπεὰν δὲ ἔλθωσι ἐς τὸν χῶρον οἱ Ἰνδοὶ ἔχοντες θυλάκια, ἐμπλήσαντες ταῦτα τῆς ψάμμου τὴν ταχίστην ἐλαύνουσι ὀπίσω·
印度人带着袋子到达那个地方后,便以最快的速度将沙子装满袋子,然后驾车往回奔跑。
αὐτίκα γὰρ οἱ μύρμηκες ὀδμῇ, ὡς δὴ λέγεται ὑπὸ Περσέων, μαθόντες διώκουσι.
因为据波斯人所说,那些巨蚁立刻就能凭借气味察觉,并展开追击。
εἶναι δὲ ταχυτῆτα οὐδενὶ ἑτέρῳ ὅμοιον, οὕτω ὥστε, εἰ μὴ προλαμβάνειν τοὺς Ἰνδοὺς τῆς ὁδοῦ ἐν ᾧ τοὺς μύρμηκας συλλέγεσθαι, οὐδένα ἂν σφέων ἀποσώζεσθαι.
据说它们的敏捷度是其他任何东西都无法比拟的,因此,如果在巨蚁聚集的时候,印度人没能在路上占得先机,他们中就没有任何一个人能够生还。
§3.105.2τοὺς μέν νυν ἔρσενας τῶν καμήλων, εἶναι γὰρ ἥσσονας θέειν τῶν θηλέων, παραλύεσθαι ἐπελκομένους, οὐκ ὁμοῦ ἀμφοτέρους· τὰς δὲ θηλέας ἀναμιμνησκομένας τῶν ἔλιπον τέκνων ἐνδιδόναι μαλακὸν οὐδέν.
至于雄骆驼,因为它们的奔跑速度不如雌骆驼,所以会在后面被拖拽着,并被一头接一头地(而不是同时两头)解开放走;而雌骆驼则因为思念留下的幼崽,没有显出丝毫懈怠,奋力奔跑。
τὸν μὲν δὴ πλέω τοῦ χρυσοῦ οὕτω οἱ Ἰνδοὶ κτῶνται, ὡς Πέρσαι φασί· ἄλλος δὲ σπανιώτερος ἐστι ἐν τῇ χώρῃ ὀρυσσόμενος.
据波斯人所说,印度人就是这样获得大部分黄金的;而该国还有另一种较稀有的黄金,则是通过开采获得的。