Humanitext Reader

希罗多德 · 历史 §3.102.1-3.102.3

北方印度人与采集巨蚁金沙的准备

第 506 段,共 1577 段 · 希腊语

内容简介

文章介绍了北部好战的印度人准备前往荒漠收集由巨型蚂蚁掘出的金沙,并详细说明了他们如何以独特的方式驾驭高速的骆驼。

§3.102.1ἄλλοι δὲ τῶν Ἰνδῶν Κασπατύρῳ τε πόλι καὶ τῇ Πακτυϊκῇ χώρῃ εἰσὶ πρόσουροι, πρὸς ἄρκτου τε καὶ βορέω ἀνέμου κατοικημένοι τῶν ἄλλων Ἰνδῶν, οἳ Βακτρίοισι παραπλησίην ἔχουσι δίαιταν.
其他的印度人与卡斯帕图罗斯市及帕克图伊凯地区接壤,居住在其他印度人的北面和北风的方向。 他们的生活方式与巴克特里亚人非常相似。
οὗτοι καὶ μαχιμώτατοι εἰσὶ Ἰνδῶν καὶ οἱ ἐπὶ τὸν χρυσὸν στελλόμενοι εἰσὶ οὗτοι· κατὰ γὰρ τοῦτο ἐστὶ ἐρημίη διὰ τὴν ψάμμον.
这些人也是印度人中最骁勇善战的,并且去寻找金子的人也正是他们;因为在这一带,由于沙子的缘故,是一片荒漠。
§3.102.2ἐν δὴ ὦν τῇ ἐρημίῃ ταύτῃ καὶ τῇ ψάμμῳ γίνονται μύρμηκες μεγάθεα ἔχοντες κυνῶν μὲν ἐλάσσονα ἀλωπέκων δὲ μέζονα· εἰσὶ γὰρ αὐτῶν καὶ παρὰ βασιλέι τῷ Περσέων ἐνθεῦτεν θηρευθέντες.
就在这片荒漠和沙子中,生存着一种体型比狗小但比狐狸大的蚂蚁;因为它们中也有一些是从那里被捕获、并养在波斯国王那里的。
οὗτοι ὦν οἱ μύρμηκες ποιεύμενοι οἴκησιν ὑπὸ γῆν ἀναφορέουσι τὴν ψάμμον κατά περ οἱ ἐν τοῖσι Ἕλλησι μύρμηκες κατὰ τὸν αὐτὸν τρόπον, εἰσὶ δὲ καὶ αὐτοὶ τὸ εἶδος ὁμοιότατοι·
因此,这些蚂蚁在地下建造巢穴时,以与希腊蚂蚁完全相同的方式将沙子运送出来,它们自己的外形也与之非常相似。
ἡ δὲ ψάμμος ἡ ἀναφερομένη ἐστὶ χρυσῖτις.
而运送出来的这些沙子是含有金子的。
§3.102.3ἐπὶ δὴ ταύτην τὴν ψάμμον στέλλονται ἐς τὴν ἔρημον οἱ Ἰνδοί, ζευξάμενος ἕκαστος καμήλους τρεῖς, σειρηφόρον μὲν ἑκατέρωθεν ἔρσενα παρέλκειν, θήλεαν δὲ ἐς μέσον·
为了这些沙子,印度人便出发前往荒漠,每人套上三匹骆驼,两旁各牵一匹雄骆驼作为副骖,中间则放一匹雌骆驼。
ἐπὶ ταύτην δὴ αὐτὸς ἀναβαίνει, ἐπιτηδεύσας ὅκως ἀπὸ τέκνων ὡς νεωτάτων ἀποσπάσας ζεύξει.
他自己便骑在这匹雌骆驼上,并在出发前特意安排,将其从尽可能年幼的幼崽身边强行拉开并套上。
αἱ γάρ σφι κάμηλοι ἵππων οὐκ ἥσσονες ἐς ταχυτῆτα εἰσί, χωρὶς δὲ ἄχθεα δυνατώτεραι πολλὸν φέρειν.
因为对他们来说,骆驼在速度上不亚于马,而且此外,它们更能在承载重物方面展现出极强的能力。

词汇与语法注释

  1. 3.102.1τῶν ἄλλων Ἰνδῶν — 此处的属格起比较作用(比较属格),修饰具有比较含义的短语“πρὸς ἄρκτου τε καὶ βορέω ἀνέμου κατοικημένοι”(居住在……以北)。
  2. 3.102.2εἰσὶ γὰρ αὐτῶν — αὐτῶν 是部分属格,表示蚂蚁中的“一部分”。在希腊语中,主语可以常用部分属格来表示“其中一部分人/物”。
  3. 3.102.3παρέλκειν — 动词不定式。它或补充修饰前文的分词“ζευξάμενος”,或作为说明性/描述性不定式(类似于命令不定式),用以具体详述骆驼的套法和排列方式。

引用这一段

希罗多德, 历史 §3.102.1-3.102.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.102.1-3.102.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。