§3.101.1μίξις δὲ τούτων τῶν Ἰνδῶν τῶν κατέλεξα πάντων ἐμφανής ἐστι κατά περ τῶν προβάτων, καὶ τὸ χρῶμα φορέουσι ὅμοιον πάντες καὶ παραπλήσιον Αἰθίοψι.
我所列举的这些所有印度人的性交就像家畜一样是公开的,并且他们所有人都拥有彼此相似且非常接近埃塞俄比亚人的肤色。
§3.101.2ἡ γονὴ δὲ αὐτῶν, τὴν ἀπίενται ἐς τὰς γυναῖκας, οὐ κατά περ τῶν ἄλλων ἀνθρώπων ἐστὶ λευκή, ἀλλὰ μέλαινα κατά περ τὸ χρῶμα.
他们排入妇女体内的精液,不像其他人类那样是白色的,而是像他们的肤色一样是黑色的。
τοιαύτην δὲ καὶ Αἰθίοπες ἀπίενται θορήν.
埃塞俄比亚人也排出这样的精液。
οὗτοι μὲν τῶν Ἰνδῶν ἑκαστέρω τῶν Περσέων οἰκέουσι καὶ πρὸς νότου ἀνέμου, καὶ Δαρείου βασιλέος οὐδαμὰ ὑπήκουσαν.
在印度人中,这些人居住在离波斯人更远、偏向南风的方向(南方),并且从未臣服于大流士国王。