§3.102.1ἄλλοι δὲ τῶν Ἰνδῶν Κασπατύρῳ τε πόλι καὶ τῇ Πακτυϊκῇ χώρῃ εἰσὶ πρόσουροι, πρὸς ἄρκτου τε καὶ βορέω ἀνέμου κατοικημένοι τῶν ἄλλων Ἰνδῶν, οἳ Βακτρίοισι παραπλησίην ἔχουσι δίαιταν.
Other of the Indians are borderers of the city of Caspatyrus and the country of Pactyica, dwelling to the north and the north wind relative to the other Indians, and these have a way of life very similar to that of the Bactrians.
οὗτοι καὶ μαχιμώτατοι εἰσὶ Ἰνδῶν καὶ οἱ ἐπὶ τὸν χρυσὸν στελλόμενοι εἰσὶ οὗτοι· κατὰ γὰρ τοῦτο ἐστὶ ἐρημίη διὰ τὴν ψάμμον.
These are also the most warlike of the Indians, and these are the ones who set out to get the gold; for in this region there is a desert because of the sand.
§3.102.2ἐν δὴ ὦν τῇ ἐρημίῃ ταύτῃ καὶ τῇ ψάμμῳ γίνονται μύρμηκες μεγάθεα ἔχοντες κυνῶν μὲν ἐλάσσονα ἀλωπέκων δὲ μέζονα· εἰσὶ γὰρ αὐτῶν καὶ παρὰ βασιλέι τῷ Περσέων ἐνθεῦτεν θηρευθέντες.
In this desert, then, and in this sand, there exist ants that are smaller than dogs in size but larger than foxes; for some of them are also with the King of the Persians, having been captured from there.
οὗτοι ὦν οἱ μύρμηκες ποιεύμενοι οἴκησιν ὑπὸ γῆν ἀναφορέουσι τὴν ψάμμον κατά περ οἱ ἐν τοῖσι Ἕλλησι μύρμηκες κατὰ τὸν αὐτὸν τρόπον, εἰσὶ δὲ καὶ αὐτοὶ τὸ εἶδος ὁμοιότατοι·
These ants, then, making their dwelling under the earth, carry up the sand in the very same manner as the ants in Greece, and they themselves are also very similar in appearance.
ἡ δὲ ψάμμος ἡ ἀναφερομένη ἐστὶ χρυσῖτις.
And the sand that is carried up is gold-bearing.
§3.102.3ἐπὶ δὴ ταύτην τὴν ψάμμον στέλλονται ἐς τὴν ἔρημον οἱ Ἰνδοί, ζευξάμενος ἕκαστος καμήλους τρεῖς, σειρηφόρον μὲν ἑκατέρωθεν ἔρσενα παρέλκειν, θήλεαν δὲ ἐς μέσον· ἐπὶ ταύτην δὴ αὐτὸς ἀναβαίνει, ἐπιτηδεύσας ὅκως ἀπὸ τέκνων ὡς νεωτάτων ἀποσπάσας ζεύξει.
It is for this sand, then, that the Indians set out into the desert, each having yoked three camels, leading a male as a trace-camel on either side, and a female in the middle; upon this female he himself mounts, having carefully arranged to yoke her after snatching her away from her offspring that are as young as possible.
αἱ γάρ σφι κάμηλοι ἵππων οὐκ ἥσσονες ἐς ταχυτῆτα εἰσί, χωρὶς δὲ ἄχθεα δυνατώτεραι πολλὸν φέρειν.
For their camels are not inferior to horses in speed, and besides, they are far more capable of carrying heavy loads.