§3.102.1ἄλλοι δὲ τῶν Ἰνδῶν Κασπατύρῳ τε πόλι καὶ τῇ Πακτυϊκῇ χώρῃ εἰσὶ πρόσουροι, πρὸς ἄρκτου τε καὶ βορέω ἀνέμου κατοικημένοι τῶν ἄλλων Ἰνδῶν, οἳ Βακτρίοισι παραπλησίην ἔχουσι δίαιταν.
インド人の他の者たちは、カスパテュロス市とパクテュイケ地方に隣接しており、他のインド人たちよりも北、北風の吹く方向に居住している。 彼らはバクトリア人に極めて近い生活様式を送っている。
οὗτοι καὶ μαχιμώτατοι εἰσὶ Ἰνδῶν καὶ οἱ ἐπὶ τὸν χρυσὸν στελλόμενοι εἰσὶ οὗτοι·
これらの者たちはインド人の中で最も戦闘的でもあり、また、金を求めて出発するのも彼らである。
κατὰ γὰρ τοῦτο ἐστὶ ἐρημίη διὰ τὴν ψάμμον.
というのも、この辺りは砂のために砂漠になっているからである。
§3.102.2ἐν δὴ ὦν τῇ ἐρημίῃ ταύτῃ καὶ τῇ ψάμμῳ γίνονται μύρμηκες μεγάθεα ἔχοντες κυνῶν μὲν ἐλάσσονα ἀλωπέκων δὲ μέζονα·
まさにこの砂漠と砂の中には、大きさにおいて犬よりは小さく、狐よりは大きい蟻たちが生息している。
εἰσὶ γὰρ αὐτῶν καὶ παρὰ βασιλέι τῷ Περσέων ἐνθεῦτεν θηρευθέντες.
というのは、それらのうちの数匹がそこから捕らえられて、ペルシアの王のもとにもいるからである。
οὗτοι ὦν οἱ μύρμηκες ποιεύμενοι οἴκησιν ὑπὸ γῆν ἀναφορέουσι τὴν ψάμμον κατά περ οἱ ἐν τοῖσι Ἕλλησι μύρμηκες κατὰ τὸν αὐτὸν τρόπον, εἰσὶ δὲ καὶ αὐτοὶ τὸ εἶδος ὁμοιότατοι·
そこで、これらの蟻たちは地下に住処を作る際、ギリシアにいる蟻たちと全く同じ方法で砂を外へ運び出す。 彼ら自身も姿形が非常に似ている。
ἡ δὲ ψάμμος ἡ ἀναφερομένη ἐστὶ χρυσῖτις.
そして、運び出されるその砂は金を含んでいる。
§3.102.3ἐπὶ δὴ ταύτην τὴν ψάμμον στέλλονται ἐς τὴν ἔρημον οἱ Ἰνδοί, ζευξάμενος ἕκαστος καμήλους τρεῖς, σειρηφόρον μὲν ἑκατέρωθεν ἔρσενα παρέλκειν, θήλεαν δὲ ἐς μέσον·
この砂を求めて、インド人たちは砂漠へと出発するが、それぞれが3頭のラクダを繋ぎ、両側には添え馬として雄を引き連れ、中央には雌を置く。
ἐπὶ ταύτην δὴ αὐτὸς ἀναβαίνει, ἐπιτηδεύσας ὅκως ἀπὸ τέκνων ὡς νεωτάτων ἀποσπάσας ζεύξει.
この雌の上に自ら乗り、できるだけ生まれたばかりの子から引き離して繋ぐように工夫した上で出発する。
αἱ γάρ σφι κάμηλοι ἵππων οὐκ ἥσσονες ἐς ταχυτῆτα εἰσί, χωρὶς δὲ ἄχθεα δυνατώτεραι πολλὸν φέρειν.
というのも、彼らにとってラクダは速度において馬に劣らず、それに加えて、重い荷物を運ぶ能力がはるかに勝っているからである。