Humanitext Reader

希罗多德 · 历史 §2.96.1-2.96.5

埃及货船巴里斯的建造与航行方式

第 312 段,共 1577 段 · 希腊语

内容简介

本节介绍了埃及名为“巴里斯”的货船的独特建造方法(用相思木像砌砖一样拼合,不用肋骨而用横梁和纸草固定)以及其独特的顺流航行与操控方式。

§2.96.1τὰ δὲ δὴ πλοῖά σφι, τοῖσι φορτηγέουσι, ἐστὶ ἐκ τῆς ἀκάνθης ποιεύμενα, τῆς ἡ μορφὴ μὲν ἐστὶ ὁμοιοτάτη τῷ Κυρηναίῳ λωτῷ, τὸ δὲ δάκρυον κόμμι ἐστί.
他们的船,即那些运载货物的船,是用相思木建造的,这种树木的形状极像昔兰尼的莲花,其树液则是树胶。
ἐκ ταύτης ὦν τῆς ἀκάνθης κοψάμενοι ξύλα ὅσον τε διπήχεα πλινθηδὸν συντιθεῖσι ναυπηγεύμενοι τρόπον τοιόνδε· §2.96.2περὶ γόμφους πυκνοὺς καὶ μακροὺς περιείρουσι τὰ διπήχεα ξύλα· ἐπεὰν δὲ τῷ τρόπῳ τούτῳ ναυπηγήσωνται, ζυγὰ ἐπιπολῆς τείνουσι αὐτῶν·
因此,他们从这种相思树上砍下大约两肘长的木材,像砌砖一样把它们拼合起来,用以下的方式造船:他们将两肘长的木材穿在排列紧密且长长的木钉上;当他们用这种方法建好船体后,便在上面横架起横梁。
νομεῦσι δὲ οὐδὲν χρέωνται· ἔσωθεν δὲ τὰς ἁρμονίας ἐν ὦν ἐπάκτωσαν τῇ βύβλῳ.
他们完全不使用肋骨,而是从内侧用纸草把缝隙塞紧。
§2.96.3πηδάλιον δὲ ἓν ποιεῦνται, καὶ τοῦτο διὰ τῆς τρόπιος διαβύνεται.
他们只制造一架舵,并且它穿过龙骨。
ἱστῷ δὲ ἀκανθίνῳ χρέωνται, ἱστίοισι δὲ βυβλίνοισι.
他们使用的桅杆是相思木制的,而船帆则是纸草制的。
ταῦτα τὰ πλοῖα ἀνὰ μὲν τὸν ποταμὸν οὐ δύναται πλέειν, ἢν μὴ λαμπρὸς ἄνεμος ἐπέχῃ, ἐκ γῆς δὲ παρέλκεται, κατὰ ῥόον δὲ κομίζεται ὧδε· §2.96.4ἔστι ἐκ μυρίκης πεποιημένη θύρη, κατερραμμένη ῥιπὶ καλάμων, καὶ λίθος τετρημένος διτάλαντος μάλιστά κῃ σταθμόν·
这些船除非有强风吹拂,否则无法逆流上行,而必须从陆地上牵引;但若是顺流而下,则是以如下方式运送:有一个用柽柳制成的门板,上面编织着芦苇席,还有一块凿了孔的石头,重量大约有两个塔兰同。
τούτων τὴν μὲν θύρην δεδεμένην κάλῳ ἔμπροσθε τοῦ πλοίου ἀπιεῖ ἐπιφέρεσθαι, τὸν δὲ λίθον ἄλλῳ κάλῳ ὄπισθε.
在这两样东西中,他们把用绳子系着的门板放在船的前方任其漂流,而把用另一条绳子系着的石头拖在后方。
§2.96.5ἡ μὲν δὴ θύρη τοῦ ῥόου ἐμπίπτοντος χωρέει ταχέως καὶ ἕλκει τὴν βᾶριν (τοῦτο γὰρ δὴ οὔνομα ἐστὶ τοῖσι πλοίοισι τούτοισι), ὁ δὲ λίθος ὄπισθε ἐπελκόμενος καὶ ἐὼν ἐν βυσσῷ κατιθύνει τὸν πλόον.
当水流冲击时,门板便迅速移动,并拉动“巴里斯”(这正是这些船的名字),而在后面被拖着且处于河底的石头则使航向保持端直。
ἔστι δέ σφι τὰ πλοῖα ταῦτα πλήθεϊ πολλά, καὶ ἄγει ἔνια πολλὰς χιλιάδας ταλάντων.
他们拥有数量极多的这种船,其中一些能装载数千塔兰同。

词汇与语法注释

  1. 2.96.1τὰ δὲ δὴ πλοῖά σφι, τοῖσι φορτηγέουσι — 代词与格 σφι(σφεῖς 的爱奥尼亚方言与格,“对他们而言”)与同位语分词短语 τοῖσι φορτηγέουσι(运载货物的人)之间的关系。此与格起到了所有与格或关系与格的作用。
  2. 2.96.1ὅσον τε διπήχεα — 关系词 ὅσον 与语气词 τε 的组合(ὅσον τε)是表示大约数量(“约两肘”)的惯用表达。
  3. 2.96.2ἐν ὦν ἐπάκτωσαν — 介词 ἐν 与动词 ἐπάκτωσαν 之间插入了语气词 ὦν(οὖν 的爱奥尼亚方言形式)。这是复合动词(源自 ἐμπάκτουσι 或 ἐμπακτόω)的词素分离(tmesis),此处采用不定过去时直陈式第三人称复数。
  4. 2.96.4τούτων τὴν μὲν θύρην δεδεμένην κάλῳ ἔμπροσθε τοῦ πλοίου ἀπιεῖ ἐπιφέρεσθαι — 动词 ἀπιεῖ(ἀπίημι 的单数第三人称现在时,“放出”、“任其”)支配不定式 ἐπιφέρεσθαι(中被动态,“被运送”、“漂浮”)。两者合在一起表示使役或容许的语义:“他们任由门板在前方漂流”。主语是泛指的“他们(船员)”,由单数第三人称代指。
  5. 2.96.5τοῦ ῥόου ἐμπίπτοντος — 属格独立结构,表示时间或原因(“当水流冲击时”或“由于水流冲击”)。

引用这一段

希罗多德, 历史 §2.96.1-2.96.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.96.1-2.96.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。