Humanitext Reader

ヘロドトス · 歴史 §2.96.1-2.96.5

エジプトの貨物船バリスの建造法と操縦法

312 / 1577 箇所 · ギリシア語

要旨

エジプトの貨物船「バリス」の独特な建造方法(アカシア材をレンガ状に積み、肋材なしで梁とパピルスで固定する構造)と、そのユニークな河川航行・川下りの操縦方法について説明している。

§2.96.1τὰ δὲ δὴ πλοῖά σφι, τοῖσι φορτηγέουσι, ἐστὶ ἐκ τῆς ἀκάνθης ποιεύμενα, τῆς ἡ μορφὴ μὲν ἐστὶ ὁμοιοτάτη τῷ Κυρηναίῳ λωτῷ, τὸ δὲ δάκρυον κόμμι ἐστί. ἐκ ταύτης ὦν τῆς ἀκάνθης κοψάμενοι ξύλα ὅσον τε διπήχεα πλινθηδὸν συντιθεῖσι ναυπηγεύμενοι τρόπον τοιόνδε·
τὰ δὲ δὴ πλοῖά σφι, τοῖσι φορτηγέουσι, ἐστὶ ἐκ τῆς ἀκάνθης ποιεύμενα, τῆς ἡ μορφὴ μὲν ἐστὶ ὁμοιοτάτη τῷ Κυρηναίῳ λωτῷ, τὸ δὲ δάκρυον κόμμι ἐστί. ἐκ ταύτης ὦν τῆς ἀκάνθης κοψάμενοι ξύλα ὅσον τε διπήχεα πλινθηδὸν συντιθεῖσι ναυπηγεύμενοι τρόπον τοιόνδε· また、彼らの船、すなわち貨物を運ぶ船はアカシアの木で作られており、その形はキュレネのロトスに酷似しており、その樹液はゴムである。 さて、彼らはこのアカシアから二ペキスほどの長さの木材を切り出し、レンガを積むようにそれらを組み合わせて、次のような方法で船を造る。
§2.96.2περὶ γόμφους πυκνοὺς καὶ μακροὺς περιείρουσι τὰ διπήχεα ξύλα· ἐπεὰν δὲ τῷ τρόπῳ τούτῳ ναυπηγήσωνται, ζυγὰ ἐπιπολῆς τείνουσι αὐτῶν· νομεῦσι δὲ οὐδὲν χρέωνται· ἔσωθεν δὲ τὰς ἁρμονίας ἐν ὦν ἐπάκτωσαν τῇ βύβλῳ.
περὶ γόμφους πυκνοὺς καὶ μακροὺς περιείρουσι τὰ διπήχεα ξύλα· ἐπεὰν δὲ τῷ τρόπῳ τούτῳ ναυπηγήσωνται, ζυγὰ ἐπιπολῆς τείνουσι αὐτῶν· νομεῦσι δὲ οὐδὲν χρέωνται· ἔσωθεν δὲ τὰς ἁρμονίας ἐν ὦν ἐπάκτωσαν τῇ βύβλῳ. 密に配置された長い木釘の周りに、その二ペキスの木材を通していく。 この方法で船体を造り終えると、その上に梁を渡す。 肋材はまったく用いず、内側から継ぎ目にパピルスを詰め込んで塞ぐのである。
§2.96.3πηδάλιον δὲ ἓν ποιεῦνται, καὶ τοῦτο διὰ τῆς τρόπιος διαβύνεται. ἱστῷ δὲ ἀκανθίνῳ χρέωνται, ἱστίοισι δὲ βυβλίνοισι. ταῦτα τὰ πλοῖα ἀνὰ μὲν τὸν ποταμὸν οὐ δύναται πλέειν, ἢν μὴ λαμπρὸς ἄνεμος ἐπέχῃ, ἐκ γῆς δὲ παρέλκεται, κατὰ ῥόον δὲ κομίζεται ὧδε·
πηδάλιον δὲ ἓν ποιεῦνται, καὶ τοῦτο διὰ τῆς τρόπιος διαβύνεται. ἱστῷ δὲ ἀκανθίνῳ χρέωνται, ἱστίοισι δὲ βυβλίνοισι. ταῦτα τὰ πλοῖα ἀνὰ μὲν τὸν ποταμὸν οὐ δύναται πλέειν, ἢν μὴ λαμπρὸς ἄνεμος ἐπέχῃ, ἐκ γῆς δὲ παρέλκεται, κατὰ ῥόον δὲ κομίζεται ὧδε· 舵は一つだけ作り、これは竜骨を貫いて通される。 マストにはアカシア製のものを、帆にはパピルス製のものを用いる。 これらの船は、強い風が吹かない限り、川を上って航行することはできず、陸から牽引される。 一方、流れに乗って下る際には、次のようにして運ばれる。
§2.96.4ἔστι ἐκ μυρίκης πεποιημένη θύρη, κατερραμμένη ῥιπὶ καλάμων, καὶ λίθος τετρημένος διτάλαντος μάλιστά κῃ σταθμόν· τούτων τὴν μὲν θύρην δεδεμένην κάλῳ ἔμπροσθε τοῦ πλοίου ἀπιεῖ ἐπιφέρεσθαι, τὸν δὲ λίθον ἄλλῳ κάλῳ ὄπισθε.
ἔστι ἐκ μυρίκης πεποιημένη θύρη, κατερραμμένη ῥιπὶ καλάμων, καὶ λίθος τετρημένος διτάλαντος μάλιστά κῃ σταθμόν· τούτων τὴν μὲν θύρην δεδεμένην κάλῳ ἔμπροσθε τοῦ πλοίου ἀπιεῖ ἐπιφέρεσθαι, τὸν δὲ λίθον ἄλλῳ κάλῳ ὄπισθε. タマリスクで作られ、葦の編み物で覆われた戸板があり、また、穴のあいた、重さおよそ二タラントンほどの石がある。 これら二つのうち、戸板の方はロープで繋いで船の前に流し、石の方は別のロープで繋いで船の後ろに引かせる。
§2.96.5ἡ μὲν δὴ θύρη τοῦ ῥόου ἐμπίπτοντος χωρέει ταχέως καὶ ἕλκει τὴν βᾶριν (τοῦτο γὰρ δὴ οὔνομα ἐστὶ τοῖσι πλοίοισι τούτοισι), ὁ δὲ λίθος ὄπισθε ἐπελκόμενος καὶ ἐὼν ἐν βυσσῷ κατιθύνει τὸν πλόον. ἔστι δέ σφι τὰ πλοῖα ταῦτα πλήθεϊ πολλά, καὶ ἄγει ἔνια πολλὰς χιλιάδας ταλάντων.
ἡ μὲν δὴ θύρη τοῦ ῥόου ἐμπίπτοντος χωρέει ταχέως καὶ ἕλκει τὴν βᾶριν (τοῦτο γὰρ δὴ οὔνομα ἐστὶ τοῖσι πλοίοισι τούτοισι), ὁ δὲ λίθος ὄπισθε ἐπελκόμενος καὶ ἐὼν ἐν βυσσῷ κατιθύνει τὸν πλόον. ἔστι δέ σφι τὰ πλοῖα ταῦτα πλήθεϊ πολλά, καὶ ἄγει ἔνια πολλὰς χιλιάδας ταλάντων. すると、流れが当たることで戸板は速やかに進み、バリス(これがこれらの船の名である)を引っ張る。 一方、後ろから引きずられ、川底にある石は、船の進路をまっすぐに保つ。 彼らはこの船を非常に多く所有しており、中には数千タラントンの積載量を持つものもある。

語釈・文法注

  1. 2.96.1τὰ δὲ δὴ πλοῖά σφι, τοῖσι φορτηγέουσι — 与格の σφι(代名詞 σφεῖς のイオニア方言の与格、彼らにとって)と、それに同格の分詞節 τοῖσι φορτηγέουσι(貨物を運ぶ者たち)の関係。この与格は所有の与格(彼らの船)あるいは基準の与格として機能している。
  2. 2.96.1ὅσον τε διπήχεα — 関係詞 ὅσον と小辞 τε の組み合わせ(ὅσον τε)は、およその数量(「約二ペキス」)を示す慣用的表現である。
  3. 2.96.2ἐν ὦν ἐπάκτωσαν — 前置詞 ἐν と動詞 ἐπάκτωσαν の間に小辞 ὦν(οὖν のイオニア方言形)が挟まれている。これは複合動詞(ἐμπάκτουσι または ἐμπακτόω に由来する)の分離(tmesis)であり、ここでは三人称複数のアオリスト直説法が用いられている。
  4. 2.96.4τούτων τὴν μὲν θύρην δεδεμένην κάλῳ ἔμπροσθε τοῦ πλοίου ἀπιεῖ ἐπιφέρεσθαι — 動詞 ἀπιεῖ(ἀπίημι の三人称単数現在形、「送り出す」「流す」)は、不定詞 ἐπιφέρεσθαι(中受動態「漂う」「流れる」)を従えており、全体として「(彼らは)戸板を前に流されるままにする」という使役的・許容的なニュアンスを表している。主語は不特定多数の「彼ら(船員)」であり、三人称単数形で代表されている。
  5. 2.96.5τοῦ ῥόου ἐμπίπτοντος — 属格独立構文(genitive absolute)であり、時間・原因(「流れがぶつかる時」「流れがぶつかることによって」)を表している。

この箇所を引用する

ヘロドトス, 歴史 §2.96.1-2.96.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.96.1-2.96.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。