§2.87.1οὕτω μὲν τοὺς τὰ πολυτελέστατα σκευάζουσι νεκρούς, τοὺς δὲ τὰ μέσα βουλομένους τὴν δὲ πολυτελείην φεύγοντας σκευάζουσι ὧδε· §2.87.2ἐπεὰν τοὺς κλυστῆρας πλήσωνται τοῦ ἀπὸ κέδρου ἀλείφατος γινομένου, ἐν ὦν ἔπλησαν τοῦ νεκροῦ τὴν κοιλίην, οὔτε ἀναταμόντες αὐτὸν οὔτε ἐξελόντες τὴν νηδύν, κατὰ δὲ τὴν ἕδρην ἐσηθήσαντες καὶ ἐπιλαβόντες τὸ κλύσμα τῆς ὀπίσω ὁδοῦ ταριχεύουσι τὰς προκειμένας ἡμέρας, τῇ δὲ τελευταίῃ ἐξιεῖσι ἐκ τῆς κοιλίης τὴν κεδρίην τὴν ἐσῆκαν πρότερον.
他们就是这样处理那些要求最昂贵方法的死者的;而对于那些希望采用中等方法、避开高昂费用的人,他们则如下处理:他们将注射器装满由雪松制成的油,既不剖开死者身体,也不取出内脏,而是将油灌入死者的腹腔,即从肛门注入,并堵住后方的通道防止液体流出,然后将其腌制规定的天数;到最后一天,他们让先前注入的雪松油从腹腔中流出。
§2.87.3ἣ δὲ ἔχει τοσαύτην δύναμιν ὥστε ἅμα ἑωυτῇ τὴν νηδὺν καὶ τὰ σπλάγχνα κατατετηκότα ἐξάγει· τὰς δὲ σάρκας τὸ λίτρον κατατήκει, καὶ δὴ λείπεται τοῦ νεκροῦ τὸ δέρμα μοῦνον καὶ τὰ ὀστέα.
而这种油具有极强的效力,以至于它会将已经融化的胃和内脏连同自身一起带出来;另一方面,天然碱会将肌肉融化,因此死者最后只剩下皮肤和骨头。
ἐπεὰν δὲ ταῦτα ποιήσωσι, ἀπʼ ὦν ἔδωκαν οὕτω τὸν νεκρόν, οὐδὲν ἔτι πρηγματευθέντες.
当他们做完这些后,便将死者直接交还,不再进行任何其他处理。