§2.79.1πατρίοισι δὲ χρεώμενοι νόμοισι ἄλλον οὐδένα ἐπικτῶνται·
他们遵循祖先传下来的法律,不增添任何其他法律。
τοῖσι ἄλλα τε ἐπάξια ἐστὶ νόμιμα, καὶ δὴ καὶ ἄεισμα ἕν ἐστι, Λίνος, ὅσπερ ἔν τε Φοινίκῃ ἀοίδιμος ἐστὶ καὶ ἐν Κύπρῳ καὶ ἄλλῃ, κατὰ μέντοι ἔθνεα οὔνομα ἔχει,
在他们当中,不仅有其他值得称赞的习俗,而且尤其有一首名为“林诺斯”的歌,这首歌在腓尼基、塞浦路斯以及其他地方都被传唱,不过在不同民族中它有着不同的名称。
§2.79.2συμφέρεται δὲ ὡυτὸς εἶναι τὸν οἱ Ἕλληνες Λίνον ὀνομάζοντες ἀείδουσι, ὥστε πολλὰ μὲν καὶ ἄλλα ἀποθωμάζειν με τῶν περὶ Αἴγυπτον ἐόντων, ἐν δὲ δὴ καὶ τὸν Λίνον ὁκόθεν ἔλαβον τὸ οὔνομα· φαίνονται δὲ αἰεί κοτε τοῦτον ἀείδοντες.
而这首歌经证实,与希腊人称之为“林诺斯”并传唱的歌是完全同一首。 因此,虽然我对关于埃及的许多其他事物感到惊叹,但其中尤其令我惊叹的,是他们从哪里得到了“林诺斯”这个名字;因为他们似乎自古以来就一直在唱着这首歌。
ἔστι δὲ Αἰγυπτιστὶ ὁ Λίνος καλεύμενος Μανερῶς.
在埃及语中,“林诺斯”被称为“马内洛斯”。
§2.79.3ἔφασαν δέ μιν Αἰγύπτιοι τοῦ πρώτου βασιλεύσαντος Αἰγύπτου παῖδα μουνογενέα γενέσθαι, ἀποθανόντα δὲ αὐτὸν ἄνωρον θρήνοισι τούτοισι ὑπὸ Αἰγυπτίων τιμηθῆναι, καὶ ἀοιδήν τε ταύτην πρώτην καὶ μούνην σφίσι γενέσθαι.
埃及人说,他是埃及第一位国王的独生子,因英年早逝而受到埃及人用这些哀歌进行的祭奠,这首歌也成为了他们最初且唯一的歌。