§2.79.1πατρίοισι δὲ χρεώμενοι νόμοισι ἄλλον οὐδένα ἐπικτῶνται·
彼らは祖先伝来の法を用い、他のいかなるものも新たに付け加えることはない。
τοῖσι ἄλλα τε ἐπάξια ἐστὶ νόμιμα, καὶ δὴ καὶ ἄεισμα ἕν ἐστι, Λίνος, ὅσπερ ἔν τε Φοινίκῃ ἀοίδιμος ἐστὶ καὶ ἐν Κύπρῳ καὶ ἄλλῃ, κατὰ μέντοι ἔθνεα οὔνομα ἔχει,
彼らには他にも称賛に値する慣習がいくつかあるが、なかでも特に、リノスという一曲の歌があり、これはフェニキアでもキプロスでも、また他の土地でも歌い継がれているが、もっとも、民族によって異なる名前を持っている。
§2.79.2συμφέρεται δὲ ὡυτὸς εἶναι τὸν οἱ Ἕλληνες Λίνον ὀνομάζοντες ἀείδουσι, ὥστε πολλὰ μὲν καὶ ἄλλα ἀποθωμάζειν με τῶν περὶ Αἴγυπτον ἐόντων, ἐν δὲ δὴ καὶ τὸν Λίνον ὁκόθεν ἔλαβον τὸ οὔνομα·
そしてそれは、ギリシア人がリノスと名付けて歌っているものと同一のものであると符合する。 したがって、エジプトに関することのうちで、私は他にも多くのことを驚嘆しているが、なかでも特に、彼らがリノスの名前をどこから得たのかということにも驚嘆している。
φαίνονται δὲ αἰεί κοτε τοῦτον ἀείδοντες.
彼らは遥か昔から常にこれを歌い続けているように思われるからである。
ἔστι δὲ Αἰγυπτιστὶ ὁ Λίνος καλεύμενος Μανερῶς.
エジプト語では、リノスはマネロスと呼ばれている。
§2.79.3ἔφασαν δέ μιν Αἰγύπτιοι τοῦ πρώτου βασιλεύσαντος Αἰγύπτου παῖδα μουνογενέα γενέσθαι, ἀποθανόντα δὲ αὐτὸν ἄνωρον θρήνοισι τούτοισι ὑπὸ Αἰγυπτίων τιμηθῆναι, καὶ ἀοιδήν τε ταύτην πρώτην καὶ μούνην σφίσι γενέσθαι.
エジプト人たちが言うには、マネロスはエジプトの最初の王のひとり息子であり、若くして亡くなったため、エジプト人たちによってこれらの哀歌をもって祀られ、そしてこの歌が彼らにとって最初で唯一の歌となったのだという。