§2.78.1ἐν δὲ τῇσι συνουσίῃσι τοῖσι εὐδαίμοσι αὐτῶν, ἐπεὰν ἀπὸ δείπνου γένωνται, περιφέρει ἀνὴρ νεκρὸν ἐν σορῷ ξύλινον πεποιημένον, μεμιμημένον ἐς τὰ μάλιστα καὶ γραφῇ καὶ ἔργῳ, μέγαθος ὅσον τε πηχυαῖον ἢ δίπηχυν, δεικνὺς δὲ ἑκάστῳ τῶν συμποτέων λέγει
ἐς τοῦτον ὁρέων πῖνέ τε καὶ τέρπευ· ἔσεαι γὰρ ἀποθανὼν τοιοῦτος.
在他们富裕人家的宴会上,当他们吃完晚饭后,会有一个人抬着木制的、在绘画和雕刻上都极力摹仿得栩栩如生的死尸模型(放在棺木中),其大小约为一到两肘,他向每一位同席的宾客展示并说道: “看着这个,尽情畅饮并寻欢作乐吧;因为你死后,也会变成这个样子。
ταῦτα μὲν παρὰ τὰ συμπόσια ποιεῦσι.
” 他们在宴席上就是这样做的。