§2.74.1εἰσὶ δὲ περὶ Θήβας ἱροὶ ὄφιες, ἀνθρώπων οὐδαμῶς δηλήμονες, οἳ μεγάθεϊ ἐόντες μικροὶ δύο κέρεα φορέουσι πεφυκότα ἐξ ἄκρης τῆς κεφαλῆς·
在底比斯附近还有一些神圣的蛇,它们绝不伤害人类,虽然体型微小,却长着两只从头顶生出的角。
τοὺς θάπτουσι ἀποθανόντας ἐν τῷ ἱρῷ τοῦ Διός· τούτου γὰρ σφέας τοῦ θεοῦ φασι εἶναι ἱρούς.
当它们死后,人们会把它们埋葬在宙斯的神殿里;因为他们说,它们是属于这位神明的神圣之物。