§2.73.1ἔστι δὲ καὶ ἄλλος ὄρνις ἱρός, τῷ οὔνομα φοῖνιξ.
还有另一种神圣的鸟,名叫凤凰。
ἐγὼ μέν μιν οὐκ εἶδον εἰ μὴ ὅσον γραφῇ· καὶ γὰρ δὴ καὶ σπάνιος ἐπιφοιτᾷ σφι, διʼ ἐτέων, ὡς Ἡλιοπολῖται λέγουσι, πεντακοσίων·
我本人除了在画中之外没有见过它;因为正如赫利奥波利斯人所说,它确实很少造访他们,每隔五百年才来一次。
§2.73.2φοιτᾶν δὲ τότε φασὶ ἐπεάν οἱ ἀποθάνῃ ὁ πατήρ.
他们说,只有当它的父亲去世时,它才会来。
ἔστι δέ, εἰ τῇ γραφῇ παρόμοιος, τοσόσδε καὶ τοιόσδε· τὰ μὲν αὐτοῦ χρυσόκομα τῶν πτερῶν τὰ δὲ ἐρυθρὰ ἐς τὰ μάλιστα· αἰετῷ περιήγησιν ὁμοιότατος καὶ τὸ μέγαθος.
如果它像画中那样,它就有这样的大小和这样的外观:它的一部分羽毛是金色的,其他部分则极红;在轮廓和大小上,它最像一只鹰。
§2.73.3τοῦτον δὲ λέγουσι μηχανᾶσθαι τάδε, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες· ἐξ Ἀραβίης ὁρμώμενον ἐς τὸ ἱρὸν τοῦ Ἡλίου κομίζειν τὸν πατέρα ἐν σμύρνῃ ἐμπλάσσοντα καὶ θάπτειν ἐν τοῦ Ἡλίου τῷ ἱρῷ,
他们说,这只鸟会做以下的事情——虽然他们对我说的话对我而言是不可信的:它从阿拉伯出发,将父亲包裹在没药中,送到太阳神殿,并将其埋葬在太阳神殿里。
§2.73.4κομίζειν δὲ οὕτω· πρῶτον τῆς σμύρνης ᾠὸν πλάσσειν ὅσον τε δυνατός ἐστι φέρειν, μετὰ δὲ πειρᾶσθαι αὐτὸ φορέοντα, ἐπεὰν δὲ ἀποπειρηθῇ, οὕτω δὴ κοιλήναντα τὸ ᾠὸν τὸν πατέρα ἐς αὐτὸ ἐντιθέναι, σμύρνῃ δὲ ἄλλῃ ἐμπλάσσειν τοῦτο κατʼ ὅ τι τοῦ ᾠοῦ ἐκκοιλήνας ἐνέθηκε τὸν πατέρα· ἐσκειμένου δὲ τοῦ πατρὸς γίνεσθαι τὠυτὸ βάρος· ἐμπλάσαντα δὲ κομίζειν μιν ἐπʼ Αἰγύπτου ἐς τοῦ Ἡλίου τὸ ἱρόν.
它是这样运送的:首先,它用没药塑成一个它能搬动那么大的蛋,然后试着搬运它;试运完之后,它就在蛋上挖一个洞,把父亲放进去,然后用其他的没药把蛋上为了放进父亲而挖空的部分封上;当父亲被放进去后,重量就变得和以前一样了;封好之后,它就把它送到埃及的太阳神殿。
ταῦτα μὲν τοῦτον τὸν ὄρνιν λέγουσι ποιέειν.
他们说这只鸟做的是这些事。