§2.71.1οἱ δὲ ἵπποι οἱ ποτάμιοι νομῷ μὲν τῷ Παπρημίτῃ ἱροί εἰσι, τοῖσι δὲ ἄλλοισι Αἰγυπτίοισι οὐκ ἱροί.
河马(河中之马)在帕普雷米斯省被视为神圣,但对其他埃及人来说并不神圣。
φύσιν δὲ παρέχονται ἰδέης τοιήνδε· τετράπουν ἐστί, δίχηλον, ὁπλαὶ βοός, σιμόν, λοφιὴν ἔχον ἵππου, χαυλιόδοντας φαῖνον, οὐρὴν ἵππου καὶ φωνήν, μέγαθος ὅσον τε βοῦς ὁ μέγιστος·
它们在外貌上呈现出如下特征:是四足兽,蹄分两半,长着牛的蹄子,塌鼻梁,有马的鬃毛,露出獠牙,有马的尾巴和叫声,体型大如最大的牛。
τὸ δέρμα δʼ αὐτοῦ οὕτω δή τι παχύ ἐστι ὥστε αὔου γενομένου ξυστὰ ποιέεσθαι ἀκόντια ἐξ αὐτοῦ.
它们的皮极其坚厚,以至于在晒干之后,人们可以从其中削制出标枪。