§2.71.1οἱ δὲ ἵπποι οἱ ποτάμιοι νομῷ μὲν τῷ Παπρημίτῃ ἱροί εἰσι, τοῖσι δὲ ἄλλοισι Αἰγυπτίοισι οὐκ ἱροί.
河馬(川の馬)は、パプレミス県においては神聖とされるが、他のエジプト人にとっては神聖ではない。
φύσιν δὲ παρέχονται ἰδέης τοιήνδε·
その外見の性質は次のようなものである。
τετράπουν ἐστί, δίχηλον, ὁπλαὶ βοός, σιμόν, λοφιὴν ἔχον ἵππου, χαυλιόδοντας φαῖνον, οὐρὴν ἵππου καὶ φωνήν, μέγαθος ὅσον τε βοῦς ὁ μέγιστος·
すなわち、四足獣で、蹄が二つに割れており、牛の蹄を持ち、獅子鼻で、馬のたてがみを持ち、牙をのぞかせ、馬の尾と鳴き声を持ち、大きさは最大の牛ほどである。
τὸ δέρμα δʼ αὐτοῦ οὕτω δή τι παχύ ἐστι ὥστε αὔου γενομένου ξυστὰ ποιέεσθαι ἀκόντια ἐξ αὐτοῦ.
その皮は極めて分厚く、それが乾いたときには、そこから削り出されて投げ槍が作られるほどである。