§2.67.1ἀπάγονται δὲ οἱ αἰέλουροι ἀποφανόντες ἐς ἱρὰς στέγας, ἔνθα θάπτονται ταριχευθέντες, ἐν Βουβάστιπόλι·
猫死后会被运往布巴斯提斯城的神圣馆舍,在制作成木乃伊后在那里被埋葬。
τὰς δὲ κύνας ἐν τῇ ἑωυτῶν ἕκαστοι πόλι θάπτουσι ἐν ἱρῇσι θήκῃσι.
而狗则由每个人在自己的城市里埋葬在神圣的墓穴中。
ὣς δὲ αὕτως τῇσι κυσὶ οἱ ἰχνευταὶ θάπτονται.
獴的埋葬方式与狗完全相同。
τὰς δὲ μυγαλᾶς καὶ τοὺς ἴρηκας ἀπάγουσι ἐς Βουτοῦν πόλιν, τὰς δὲ ἴβις ἐς Ἑρμέω πόλιν.
鼩鼱和鹰被运往布托城,朱鹭则被运往赫尔墨斯城。
§2.67.2τὰς δὲ ἄρκτους ἐούσας σπανίας καὶ τοὺς λύκους οὐ πολλῷ τεῳ ἐόντας ἀλωπέκων μέζονας αὐτοῦ θάπτουσι τῇ ἂν εὑρεθέωσι κείμενοι.
至于数量稀少的熊,以及体型并不比狐狸大多少的狼,人们则在发现它们倒下的地方就地埋葬。