§2.68.1τῶν δὲ κροκοδείλων φύσις ἐστὶ τοιήδε.
鳄鱼的习性如下。
τοὺς χειμεριωτάτους μῆνας τέσσερας ἐσθίει οὐδέν, ἐὸν δὲ τετράπουν χερσαῖον καὶ λιμναῖον ἐστί.
在最寒冷的四个月里,它什么也不吃;它虽是四足动物,却既属于陆地,又属于水域。
τίκτει μὲν γὰρ ᾠὰ ἐν γῇ καὶ ἐκλέπει, καὶ τὸ πολλὸν τῆς ἡμέρης διατρίβει ἐν τῷ ξηρῷ, τὴν δὲ νύκτα πᾶσαν ἐν τῷ ποταμῷ· θερμότερον γὰρ δή ἐστι τὸ ὕδωρ τῆς τε αἰθρίης καὶ τῆς δρόσου.
因为它在陆地上产卵并孵化,白天的大部分时间在干燥的陆地上度过,而整夜都在河里;因为河水确实比户外的空气和露水更温暖。
§2.68.2πάντων δὲ τῶν ἡμεῖς ἴδμεν θνητῶν τοῦτο ἐξ ἐλαχίστου μέγιστον γίνεται·
在我们所知的一切凡尘生物中,唯有这一种能从小小的起点长到最大。
τὰ μὲν γὰρ ᾠὰ χηνέων οὐ πολλῷ μέζονα τίκτει, καὶ ὁ νεοσσὸς κατὰ λόγον τοῦ ᾠοῦ γίνεται, αὐξανόμενος δὲ γίνεται καὶ ἐς ἑπτακαίδεκα πήχεας καὶ μέζων ἔτι.
因为它产的卵并不比鹅蛋大多少,孵出的幼雏也与卵的大小相称,但随着生长,它能达到十七腕尺甚至更长。
§2.68.3ἔχει δὲ ὀφθαλμοὺς μὲν ὑός, ὀδόντας δὲ μεγάλους καὶ χαυλιόδοντας κατὰ λόγον τοῦ σώματος.
它长着猪一样的眼睛,牙齿很大,且长有与身体相称的獠牙。
γλῶσσαν δὲ μοῦνον θηρίων οὐκ ἔφυσε, οὐδὲ κινέει τὴν κάτω γνάθον, ἀλλὰ καὶ τοῦτο μοῦνον θηρίων τὴν ἄνω γνάθον προσάγει τῇ κάτω.
它是野兽中唯一没有舌头的,也不移动下颚,相反,这同样是野兽中独一无二的,它将上颚合向下一颚。
§2.68.4ἔχει δὲ καὶ ὄνυχας καρτεροὺς καὶ δέρμα λεπιδωτὸν ἄρρηκτον ἐπὶ τοῦ νώτου.
它还长着强壮的爪子,背部有无法破开的鳞甲。
τυφλὸν δὲ ἐν ὕδατι, ἐν δὲ τῇ αἰθρίῃ ὀξυδερκέστατον.
它在水中视力全无,但在户外却极其敏锐。
ἅτε δὴ ὦν ἐν ὕδατι δίαιταν ποιεύμενον, τὸ στόμα ἔνδοθεν φορέει πᾶν μεστὸν βδελλέων.
由于它在水中生活,它的口中完全长满了水蛭。
τὰ μὲν δὴ ἄλλα ὄρνεα καὶ θηρία φεύγει μιν, ὁ δὲ τροχίλος εἰρηναῖόν οἱ ἐστὶ ἅτε ὠφελεομένῳ πρὸς αὐτοῦ· §2.68.5ἐπεὰν γὰρ ἐς τὴν γῆν ἐκβῇ ἐκ τοῦ ὕδατος ὁ κροκόδειλος καὶ ἔπειτα χάνῃ (ἔωθε γὰρ τοῦτο ὡς ἐπίπαν ποιέειν πρὸς τὸν ζέφυρον), ἐνθαῦτα ὁ τροχίλος ἐσδύνων ἐς τὸ στόμα αὐτοῦ καταπίνει τὰς βδέλλας·
因此,其他所有的鸟类和兽类都避开它,唯独鸻鸟与它相安无事,因为鸻鸟能从它那里得到好处;因为每当鳄鱼从水中爬上陆地,然后张开大嘴(它通常习惯迎着西风这样做),这时鸻鸟就会钻进它的嘴里,吞食那些水蛭。
ὁ δὲ ὠφελεύμενος ἥδεται καὶ οὐδὲν σίνεται τὸν τροχίλον.
而得到好处的鳄鱼感到很高兴,绝不会伤害鸻鸟。