§2.5.1καὶ εὖ μοι ἐδόκεον λέγειν περὶ τῆς χώρης·
他们关于这片土地的说法在我看来是正确的。
δῆλα γὰρ δὴ καὶ μὴ προακούσαντι ἰδόντι δέ, ὅστις γε σύνεσιν ἔχει, ὅτι Αἴγυπτος, ἐς τὴν Ἕλληνες ναυτίλλονται, ἐστὶ Αἰγυπτίοισι ἐπίκτητός τε γῆ καὶ δῶρον τοῦ ποταμοῦ, καὶ τὰ κατύπερθε ἔτι τῆς λίμνης ταύτης μέχρι τριῶν ἡμερέων πλόου, τῆς πέρι ἐκεῖνοι οὐδὲν ἔτι τοιόνδε ἔλεγον, ἔστι δὲ ἕτερον τοιόνδε.
因为,即使事先没有听说过,只要是亲眼目睹且有理解力的人,显而易见,希腊人航海所至的埃及,对埃及人来说是新获得的土地,是那条河流的赠礼;而在这座湖泊以上、长达三天航程的更上游地区也是如此,关于这一地区,那些人没有再说什么类似的话,而它实际上是如下的另一种情况。
§2.5.2Αἰγύπτου γὰρ φύσις ἐστὶ τῆς χώρης τοιήδε. πρῶτα μὲν προσπλέων ἔτι καὶ ἡμέρης δρόμον ἀπέχων ἀπὸ γῆς, κατεὶς καταπειρητηρίην πηλόν τε ἀνοίσεις καὶ ἐν ἕνδεκα ὀργυιῇσι ἔσεαι.
因为埃及这片土地的性质是这样的:首先,当你乘船接近、距离陆地还有一天的航程时,如果你投下测铅,你就会带起泥沙,并发现自己正处于十一奥尔吉亚的水深之中。
τοῦτο μὲν ἐπὶ τοσοῦτο δηλοῖ πρόχυσιν τῆς γῆς ἐοῦσαν.
这本身就表明,土地的泥沙淤积已经达到了如此遥远的程度。