§2.6.1αὖτις δὲ αὐτῆς ἐστι Αἰγύπτου μῆκος τὸ παρὰ θάλασσαν ἑξήκοντα σχοῖνοι, κατὰ ἡμεῖς διαιρέομεν εἶναι Αἴγυπτον ἀπὸ τοῦ Πλινθινήτεω κόλπου μέχρι Σερβωνίδος λίμνης, παρʼ ἣν τὸ Κάσιον ὄρος τείνει·
此外,根据我们把从普林提涅特斯湾到塞尔波尼斯湖(卡西翁山延展于其旁)之间的区域划分为埃及,埃及自身沿海的长度为六十斯科伊诺斯。
ταύτης ὦν ἄπο οἱ ἑξήκοντα σχοῖνοι εἰσί.
因此,从该湖算起,便是这六十斯科伊诺斯。
§2.6.2ὅσοι μὲν γὰρ γεωπεῖναι εἰσὶ ἀνθρώπων, ὀργυιῇσι μεμετρήκασι τὴν χώρην, ὅσοι δὲ ἧσσον γεωπεῖναι, σταδίοισι, οἳ δὲ πολλὴν ἔχουσι, παρασάγγῃσι, οἳ δὲ ἄφθονον λίην, σχοίνοισι.
因为在人类当中,土地匮乏的人用奥尔吉亚来测量土地,没那么缺乏土地的人用斯塔迪翁,拥有许多土地的人用帕拉桑,而拥有极度丰饶土地的人则用斯科伊诺斯。
§2.6.3δύναται δὲ ὁ παρασάγγης τριήκοντα στάδια, ὁ δὲ σχοῖνος, μέτρον ἐὸν Αἰγύπτιον, ἑξήκοντα στάδια.
一帕拉桑相当于三十斯塔迪翁,而作为埃及度量衡的一斯科伊诺斯则相当于六十斯塔迪翁。