Humanitext Reader

希罗多德 · 历史 §2.4.1-2.4.3

历法与十二神的起源及首位国王米纳斯

第 220 段,共 1577 段 · 希腊语

内容简介

祭司们声称埃及人最先发明了太阳历并确立了对十二神的崇拜,并指出在首位人类国王米纳斯统治时期,埃及的大部分地区还是一片沼泽。

§2.4.1ὅσα δὲ ἀνθρωπήια πρήγματα, ὧδε ἔλεγον ὁμολογέοντες σφίσι, πρώτους Αἰγυπτίους ἀνθρώπων ἁπάντων ἐξευρεῖν τὸν ἐνιαυτόν, δυώδεκα μέρεα δασαμένους τῶν ὡρέων ἐς αὐτόν· ταῦτα δὲ ἐξευρεῖν ἐκ τῶν ἀστέρων ἔλεγον·
至于人类的事物,他们彼此一致地作了如下叙述:在全人类中,埃及人最先发明了太阳历,并在一年中划分出十二个季节部分;他们说,这是他们通过观察星辰而发现的。
ἄγουσι δὲ τοσῷδε σοφώτερον Ἑλλήνων, ἐμοὶ δοκέειν, ὅσῳ Ἕλληνες μὲν διὰ τρίτου ἔτεος ἐμβόλιμον ἐπεμβάλλουσι τῶν ὡρέων εἵνεκεν, Αἰγύπτιοι δὲ τριηκοντημέρους ἄγοντες τοὺς δυώδεκα μῆνας ἐπάγουσι ἀνὰ πᾶν ἔτος πέντε ἡμέρας πάρεξ τοῦ ἀριθμοῦ, καί σφι ὁ κύκλος τῶν ὡρέων ἐς τὠυτὸ περιιὼν παραγίνεται.
在我看来,他们对历法的管理比希腊人聪明得多,因为希腊人为了使历法与季节相符,每三年就要插入一个闰月,而埃及人则将十二个月每个月定为三十天,并在每年在这数目之外再增加五天,这样,他们的季节循环就能够循环往复、回到原点相吻合。
§2.4.2δυώδεκά τε θεῶν ἐπωνυμίας ἔλεγον πρώτους Αἰγυπτίους νομίσαι καὶ Ἕλληνας παρὰ σφέων ἀναλαβεῖν, βωμούς τε καὶ ἀγάλματα καὶ νηοὺς θεοῖσι ἀπονεῖμαι σφέας πρώτους καὶ ζῷα ἐν λίθοισι ἐγγλύψαι.
他们还说,埃及人是最先确立十二位神明之名的人,而希腊人是从他们那里继承了这些名字;他们也是最先为神明分配祭坛、神像和神庙,并在石头上雕刻动物形象的人。
καὶ τούτων μέν νυν τὰ πλέω ἔργῳ ἐδήλουν οὕτω γενόμενα.
而关于这些事情的大部分,他们都用事实证明了确实如此。
βασιλεῦσαι δὲ πρῶτον Αἰγύπτου ἄνθρωπον ἔλεγον Μῖνα·
他们还说,第一个统治埃及的人类是米纳斯。
§2.4.3ἐπὶ τούτου, πλὴν τοῦ Θηβαϊκοῦ νομοῦ, πᾶσαν Αἴγυπτον εἶναι ἕλος, καὶ αὐτῆς εἶναι οὐδὲν ὑπερέχον τῶν νῦν ἔνερθε λίμνης τῆς Μοίριος ἐόντων, ἐς τὴν ἀνάπλοος ἀπὸ θαλάσσης ἑπτὰ ἡμερέων ἐστὶ ἀνὰ τὸν ποταμόν.
在这位国王统治期间,除了底比斯行省之外,整个埃及都是一片沼泽,在如今处于莫伊里斯湖以下的地区中,没有任何土地突出于水面。 从大海沿着河流逆流而上到这个湖,需要七天的航程。

词汇与语法注释

  1. 2.4.1ἐμοὶ δοκέειν — 绝对不定词的用法,起插入语作用,意为“在我看来”或“依我之见”。
  2. 2.4.1διὰ τρίτου ἔτεος — 介词 διά 接属格表示时间间隔。由于希腊人采用包括性计数法(inclusive counting),“每三年”在实际中指的是“每隔一年”(即每两年一次)。
  3. 2.4.3τῶν νῦν ἔνερθε λίμνης τῆς Μοίριος ἐόντων — 包含部分属格的分词短语,其中省略了作为先行词的指示代名词,意为“在如今处于莫伊里斯湖以下的(那些土地)中”。

引用这一段

希罗多德, 历史 §2.4.1-2.4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.4.1-2.4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。