§2.44.1καὶ θέλων δὲ τούτων πέρι σαφές τι εἰδέναι ἐξ ὧν οἷόν τε ἦν, ἔπλευσα καὶ ἐς Τύρον τῆς Φοινίκης, πυνθανόμενος αὐτόθι εἶναι ἱρὸν Ἡρακλέος ἅγιον.
为了从一切可能的渠道获得关于这些事情的明确知识,我甚至乘船前往腓尼基的推罗,因为听说那里有一座神圣的赫拉克勒斯神殿。
§2.44.2καὶ εἶδον πλουσίως κατεσκευασμένον ἄλλοισί τε πολλοῖσι ἀναθήμασι, καὶ ἐν αὐτῷ ἦσαν στῆλαι δύο, ἣ μὲν χρυσοῦ ἀπέφθου, ἣ δὲ σμαράγδου λίθου λάμποντος τὰς νύκτας μέγαθος.
我看到那座神殿里装饰着许多其他丰盛的奉献物,其中有两根柱子,一根是纯金的,另一根是绿宝石制成的,在夜间发出耀眼的光芒。
ἐς λόγους δὲ ἐλθὼν τοῖσι ἱρεῦσι τοῦ θεοῦ εἰρόμην ὁκόσος χρόνος εἴη ἐξ οὗ σφι τὸ ἱρὸν ἵδρυται.
我和这位神的祭司们交谈,询问他们这座神殿自建立以来已经过了多少时间。
§2.44.3εὗρον δὲ οὐδὲ τούτους τοῖσι Ἕλλησι συμφερομένους·
但我发现,即使是这些人也与希腊人的说法不合。
ἔφασαν γὰρ ἅμα Τύρῳ οἰκιζομένῃ καὶ τὸ ἱρὸν τοῦ θεοῦ ἱδρυθῆναι, εἶναι δὲ ἔτεα ἀπʼ οὗ Τύρον οἰκέουσι τριηκόσια καὶ δισχίλια.
因为他们说,神殿是与推罗城同时建立的,而自从他们居住在推罗以来,已经有了两千三百年的时间。
εἶδον δὲ ἐν τῇ Τύρῳ καὶ ἄλλο ἱρὸν Ἡρακλέος ἐπωνυμίην ἔχοντος Θασίου εἶναι·
我在推罗还看到了赫拉克勒斯的另一座神殿,他被称为萨索斯的赫拉克勒斯。
§2.44.4ἀπικόμην δὲ καὶ ἐς Θάσον, ἐν τῇ εὗρον ἱρὸν Ἡρακλέος ὑπὸ Φοινίκων ἱδρυμένον, οἳ κατʼ Εὐρώπης ζήτησιν ἐκπλώσαντες Θάσον ἔκτισαν·
于是我也去了萨索斯,在那里我发现了一座由腓尼基人建立的赫拉克勒斯神殿,这些腓尼基人是为了寻找欧罗巴而乘船出发并建立萨索斯的。
καὶ ταῦτα καὶ πέντε γενεῇσι ἀνδρῶν πρότερα ἐστὶ ἢ τὸν Ἀμφιτρύωνος Ἡρακλέα ἐν τῇ Ἑλλάδι γενέσθαι.
而这些事情甚至比安菲特律翁之子赫拉克勒斯在希腊出生还要早五代人。
§2.44.5τὰ μέν νυν ἱστορημένα δηλοῖ σαφέως παλαιὸν θεὸν Ἡρακλέα ἐόντα, καὶ δοκέουσι δέ μοι οὗτοι ὀρθότατα Ἑλλήνων ποιέειν, οἳ διξὰ Ἡράκλεια ἱδρυσάμενοι ἔκτηνται, καὶ τῷ μὲν ὡς ἀθανάτῳ Ὀλυμπίῳ δὲ ἐπωνυμίην θύουσι, τῷ δὲ ἑτέρῳ ὡς ἥρωι ἐναγίζουσι.
因此,这些调查清楚地表明,赫拉克勒斯位一位古老的神。 而在希腊人当中,那些建立了双重赫拉克勒斯神殿并加以保持的人,在我看来做的是最正确的:他们向其中一个作为不朽的神,并冠以“奥林匹亚的”称号来献祭;而向另一个则作为英雄来进行祭祀。